1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

9

ἀληθινῆς βασιλείας προξενοῦσαν τὴν χάριν; σκηνὴν δὲ ἀληθῆ πρὸς τὴν τοῦ Θεοῦ κατοίκησιν τὴν ἑκάστου ψυχὴν ἐδημιούργει τῷ λόγῳ, καὶ στύλους τινὰς ἐν αὐτῇ κατα σκευάζων· λογισμοὺς λέγω τοὺς στύλους τοὺς τὸ ἐπί πονον τῆς ἀρετῆς ὑπερείδοντας· καὶ λουτῆρας ὡσαύτως πρὸς τὸ ἐκπλύνειν τῆς ψυχῆς τὰ μιάσματα, τῷ ἐκ τῶν ὀφθαλμῶν ὕδατι τὸν μολυσμὸν ἀποκλύζοντας. ὅσας λυχνίας ἐνετίθει τῇ ἑκάστου ψυχῇ, καταφωτίζων τῷ λόγῳ τὰ κρύφια. οἷα τὰ τῶν προσευχῶν θυμιατήριά τε καὶ θυσιαστήρια κατεσκεύασεν ἐκ καθαροῦ καὶ ἀδόλου χρυσίου, τουτέστιν, ἐξ ἀληθινῆς τε καὶ καθαρᾶς διαθέσεως, οὗ μηδὲν ὁ βαρὺς τῆς κενοδοξίας μόλυβδος τὴν λαμπηδόνα τῶν γινομένων ἠμαύρωσεν. τί δεῖ λέγειν τὴν μυστικὴν κιβωτόν, οἵαν ἑκάστῳ ἐτεκτήνατο, τὰς πλάκας τῆς διαθήκης τὰς τῷ θείῳ δακτύλῳ ἐγγεγραμμένας ἐντιθεὶς τῇ ψυχῇ; λέγω δὲ ταῦτα πρὸς ἐκεῖνο βλέπων, ὅτι τὴν ἑκάστου καρδίαν ἐποίει κιβωτὸν περιεκτικὴν τῶν πνευματικῶν μυστη ρίων, γραπτὸν ἔχουσαν τὸν νόμον διὰ τῶν ἔργων καταγραφό μενον τῇ ἐνεργείᾳ τοῦ Πνεύματος, οὕτω γὰρ ὁ δάκτυλος τοῦ Θεοῦ ἑρμηνεύεται· ἐν ᾗ καὶ τῆς ἱερωσύνης ἡ ῥάβδος ἀεὶ τὸν ἴδιον καρπὸν ἐξήνθει διὰ τῆς μετουσίας τῶν ἁγιασμάτων ἀνα βλαστάνουσα· καὶ ἡ στάμνος οὐκ ἐκενοῦτο τοῦ μάννα. τότε γὰρ κενὸν γίνεται τῆς ψυχῆς τὸ ἀγγεῖον τῆς οὐρανίας τροφῆς, ὅταν ἁμαρτία παρεμπεσοῦσα τὴν ἐπιρροὴν τοῦ μάννα κωλύσῃ. μάννα δέ ἐστιν ἄρτος οὐράνιος.

22 Τί χρὴ λέγειν ὅπως δι' ἀκριβείας τὴν ἱερατικὴν στολὴν αὐτός τε περιετίθετο καὶ κατεκόσμει τοὺς ἄλλους τῷ καθ' ἑαυτὸν ὑποδείγματι, ἀεὶ φέρων τὸν ἐπὶ τοῦ στήθους κόσμον, ᾧ ὄνομα λογεῖον τε καὶ δήλωσις καὶ ἀλήθεια; ἃ πάντα παρίημι τοῖς φιλοπονωτέροις κατὰ τὴν τροπικὴν σημασίαν ἐφαρμόζειν τῷ διδασκάλῳ· δι' ὧν αὐτός τε τοιοῦτος ἦν καὶ τοῖς ἄλλοις ἐκοινώνει τοῦ κόσμου. πολλάκις ἔγνωμεν αὐτὸν καὶ ἐντὸς τοῦ γνόφου γενόμενον, οὗ ἦν ὁ Θεός. τὸ γὰρ τοῖς ἄλλοις ἀθεώρητον, ἐκείνῳ ληπτὸν ἐποίει ἡ μυσταγωγία τοῦ Πνεύματος, ὡς δοκεῖν ἐντὸς τῆς περιοχῆς εἶναι τοῦ γνόφου ᾧ ὁ περὶ τοῦ Θεοῦ λόγος ἐναποκρύπτεται. πολλάκις ἀντέστησεν ἑαυτὸν τοῖς Ἀμαληκίταις ὅπλῳ χρησάμενος τῇ προσευχῇ. οὗ τὰς χεῖρας ἐπαίροντος ὁ ἀληθινὸς Ἰησοῦς κατηγωνίζετο τὸν πολέμιον. πολλῶν κατὰ τὸν Βαλαὰμ ἐκεῖνον γοήτων τὰς μαγγανείας διέλυσεν· οἳ οὐχὶ τοῦ ἀληθινοῦ λόγου ἀκούοντες, ἀλλὰ τῇ ὀνώδει διδασκαλίᾳ τῶν δαιμόνων πειθόμενοι ἀνενέργητον εἶχον εἰς κακίαν τὸ στόμα τῆς τοῦ διδασκάλου εὐχῆς εἰς εὐλογίαν τὴν κατάραν μετατιθείσης. ταῦτα δὲ παρ' ἡμῶν λέγεται δι' ἐπιδρομῆς τε καὶ συντομίας· ἐφαρμόσει δὲ τῇ ἀληθείᾳ τῶν γεγονότων τὰ καθ' ἕκαστον ὁ μὴ ἀγνοῶν τοῦ Ἁγίου τὸν βίον, ὅσοι διὰ φαρμακείας τε καὶ γοητείας ἐπιβουλὰς κατά τινων συσκευάσαντες ἄπρακτον ἔσχον τὴν πονηρίαν, μὴ συγχωρηθέντες ὑπὸ τῆς τοῦ διδασκάλου πίστεως προαγαγεῖν τὸ κακὸν εἰς τελείωσιν. ἀλλὰ πάντα τὰ διὰ μέσου καταλιπὼν τοῦ τέλους ἀμφοτέρων ἐπιμνησθήσομαι·

23 Ἀφῆκε μὲν τὸν βίον ἑκάτερος· μνημόσυνον δὲ τῆς ἰδίας περὶ τὴν σάρκα σχέσεως οὐθέτερος αὐτῶν τῷ βίῳ κατέλιπεν. οὔτε γὰρ Μωϋσέως τάφος εὑρίσκεται, οὔτε οὗτος περιουσίᾳ τινὶ ὑλικῇ ὑπεχώσθη· ἀλλ' ὁμοῦ τε παρῆλθε τὸν βίον καὶ συμπαρῆλθεν αὐτῷ πάντα δι' ὧν ὁ βίος τῶν ἀνθρώπων ἔχει τὴν σύστασιν, ὡς μηδὲν εὑρεθῆναι τοῦ ἀνδρὸς ὑλικὸν μνημεῖον ἐκ τῆς τῶν ὑπολειφθέντων περιουσίας καταχωννύον αὐτοῦ τὴν πρὸς τὸ κρεῖττον ὑπόληψιν· ὥσπερ ἐπὶ τοῦ Μωϋσέως ἡ ἱστορία λέγουσα τοῦτο, ὅτι οὐχ εὑρέθη αὐτοῦ τάφος ἕως τῆς σήμερον ἡμέρας. εἰ οὖν τοιοῦτος ἀπὸ τοῦ λόγου ἡμῖν ἀναδέδεικται ὁ Μέγας Βασίλειος, ὥστε μὴ πόρρω τῶν ἁγίων εἶναι αὐτὸν διὰ τοῦ βίου πρὸς ἕκαστον τῶν μεγάλων παρατιθέμενον, καλῶς ἡμῖν ἡ ἀκολουθία τῶν ἑορτῶν ἐπὶ τοῦτον ἄγει νῦν τὴν ἐνεστῶσαν πανήγυριν.