1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

9

ἡμέραν μεγάλην οὐκ ἀνέχομαι· νηστείαν, καὶ ἀργίαν, καὶ τὰς ἑορτὰς ὑμῶν, μισεῖ ἡ ψυχή μου.» Καὶ πάλιν, «Λούσασθε, καὶ καθαροὶ γίνεσθε, ἀφέλετε 46.221 τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν.» ∆αβὶδ, «Οὐ φάγομαι κρέα ταύρων, ἢ αἷμα τράγων πίομαι.» Καὶ πάλιν, «Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους.» Καὶ πάλιν, «Θῦ σον τῷ Θεῷ θυσίαν αἰνέσεως.» Ἀμὼς, «Μεμί σηκα, ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν, (καὶ οὐ μὴ ὀσφρανθῶ ἐν ταῖς πανηγύρεσιν ὑμῶν· διότι καὶ ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώματα καὶ θυσίας ὑμῶν,) οὐ προσδέξομαι αὐτὰ, καὶ σωτηρίου ἐπιφανείας ὑμῶν οὐκ ἐπιβλέψομαι. Μετάστησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων οὐκ ἀκούσομαι.» Μαλαχίας, «Οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει Κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν, διότι ἀπὸ ἀνατολῶν ἡλίου, καὶ ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά· διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, λέγει Κύριος παντοκράτωρ.»

ΙΓʹ. Περὶ τοῦ Σαββατίζειν.

Τὸ Σάββατον ἐδόθη αὐτοῖς, τοῦ καταπαῦσαι τὴν φιλοχρήματον αὐτῶν

ἐπιθυμίαν. Τοῦ λαοῦ γὰρ πενο μένου, ἐξελθόντος ἐκ τῆς Αἰγύπτου, καὶ μηδὲν ἔχοντος, πλὴν ὧν ἐχρήσαντο παρὰ τῶν Αἰγυπτίων, σπουδὴν ἐποιεῖτο ἕκαστος διὰ τοῦ ἀνενδότου πόνου πλοῦτον ἑαυτῷ περιποιῆσαι. ∆ιὸ λέγει, «Ἓξ ἡμέρας ἐργᾷ· τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ οὐ ποιήσεις πᾶν ἔργον ἐν αὐτῇ.» Καὶ τὴν αἰτίαν ἐπιφέρει, ἵνα ἀναπαύσῃ σὺ, καὶ ἡ γυνή σου, καὶ ὁ υἱός σου, καὶ ἡ θυγάτηρ σου, καὶ ὁ παῖς σου, ὁ βοῦς σου, καὶ τὸ ὑποζύγιόν σου. Ἐπεί τοι τίνος ἕνεκεν ὁ Ἰησοῦς ὁ τοῦ Ναυῆ κυκλῶν τὴν Ἱεριχὼ μετὰ σαλπίγγων ἐπὶ ἑπτὰ ἡμέρας, οὐκ ἐσχόλασε τῷ Σαββάτῳ; Πῶς δὲ τῇ ὀγδόῃ ἡμέρᾳ πε ριτέμνεται παιδίον; ∆ιὰ τί δὲ ἐν ἡμέρᾳ Σαββάτου τίκτει γυνή; Πῶς δὲ καὶ οἱ ἱερεῖς πᾶσαν θυσίαν ἐν Σαββάτῳ ποιοῦσι; Πῶς δὲ ἥλιος, καὶ σελήνη, καὶ ἄστρα τὸν ὡρισμένον δρόμον ἐκτελεῖ καὶ τῷ Σαββάτῳ;

Ι∆ʹ. Περὶ τοῦ κατασφραγίζεσθαι.

∆αβὶδ, «Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσ ώπου σου, Κύριε.» Καὶ πάλιν,

«Ποίησον μετ' ἐμοῦ σημεῖον εἰς ἀγαθόν· καὶ ἰδέτωσαν οἱ μισοῦντές με, καὶ αἰσχυνθήτωσαν, ὅτι σὺ, Κύριε, ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με.» Καὶ πάλιν, «Ἔδωκας τοῖς 46.224 φοβουμένοις σε σημείωσιν, τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου.» Ἰεζεκιὴλ, «Υἱὲ ἀνθρώπου, δίελθε μέ σον τὴν Ἱερουσαλὴμ, καὶ δὸς τὸ σημεῖον ἐπὶ τὰ μέτωπα τῶν ἀνθρώπων, τῶν στεναζόντων, καὶ κατ ωδυνωμένων ἐπὶ ταῖς ἀδικίαις, ταῖς γινομέναις ἐν μέσῳ αὐτῶν.» Καὶ πάλιν, «Ἓξ ἄνδρες ἤρχοντο ἀπὸ τῆς πύλης τῆς βλεπούσης πρὸς βοῤῥᾶν, καὶ ἑκάστου ἡ πέλυξ ἐν τῇ χειρὶ αὐτοῦ· ἀκούοντες πορεύεσθε εἰς τὴν πόλιν, καὶ κόπτετε, καὶ μὴ φείσασθε τοῖς ὀφθαλμοῖς ὑμῶν, καὶ μὴ ἐλεήσητε· πρεσβύτερον, καὶ νεανίσκον, καὶ παρθένον, καὶ νήπια, καὶ γυ ναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν· ἐπὶ δὲ πάντας, ἐφ' οὕς ἐστι τὸ σημεῖόν μου, μὴ ἐγγίσητε.» Περὶ δὲ τοῦ θύειν αὐτοὺς εἴρηται, οὐχ ὅτι ὁ Θεὸς ἐδεῖτο θυ σιῶν, ἢ ὁλοκαυτωμάτων, ἀλλ' ἐπειδὴ ἡ Λευϊτικὴ φυλὴ οὐκ εἶχε κλῆρον ἐν τῇ γῇ τῆς ἐπαγγελίας, ὅτι αὐτὸς ὁ Θεὸς κλῆρος αὐτῆς, ταύτην ἔδωκεν αὐτοῖς εἰς τὸ τρέφεσθαι πρόφασιν· οὐκ ἐβούλετο γὰρ αὐτοὺς ἱερα τεύοντας, ἀπὸ πόνου καὶ πραγματείας, ἤγουν καπη λείας, τρέφεσθαι.

ΙΕʹ. Περὶ τοῦ Εὐαγγελίου.