1

 2

 3

 4

 5

 6

 7

 8

 9

9

παρόντι βίῳ πάθωμεν, ἐν τῷ μέλλοντι πάντα πεισόμεθα. Πῶς γὰρ ἂν ἔχοι λόγον, ἐκείνους μὲν νηπιωδεστέρους ὄντας τοιαῦτα πεπονθέναι, ἡμᾶς δὲ τελειοτέρων ἀπολαύσαντας μαθημάτων, καὶ πολὺ χείρονα πταίοντας ἐκείνων, διαφυγεῖν τὰς τιμωρίας; Βούλεσθε καὶ τὰς λοιπὰς αὐτῶν ἀκοῦσαι συμφορὰς, ὅσας ἔπαθον ἐν Παλαιστίνῃ ὑπὸ Βαβυλωνίων καὶ Ἀσσυρίων καὶ Μακεδόνων; ὅσους ὑπέμειναν λιμοὺς, λοιμοὺς, πολέμους, αἰχμαλωσίας ἐπὶ Τίτου καὶ Οὐεσπασιανοῦ; Τὴν Ἰωσήπου βίβλον ἀνάγνωτε, ἣν ἔγραψε περὶ τῆς τῶν Ἱεροσολύμων ἁλώσεως, καὶ μαθήσεσθε τὴν πικρὰν ἐκείνην τραγῳδίαν. Μετὰ γὰρ τῶν ἄλλων δεινῶν, εἰς τοσαύτην λιμοῦ περιέπεσον ὑπερβολὴν, ὡς καὶ τὰς ζώνας αὐτῶν, καὶ τὰ ὑποδήματα, καὶ τὰ τούτων ἐσθίειν βδελυρώτερα. Πάντα γὰρ ὑπ' ὀδόντας ἦγεν ἡ ἀνάγκη, καθώς πού φησιν ὁ προλεχθεὶς συγγραφεύς. Καὶ οὐδὲ μέχρι τούτων ἔστησαν, ἀλλὰ καὶ τῶν ἰδίων ἀπεγεύσαντο τέκνων. Πῶς οὖν, ἐκείνων τοιαύτας δεδωκότων δίκας, ἡμεῖς οἱ τὰ χείρονα τούτων πράττοντες διαφευξώμεθα; Εἰ γὰρ 56.290 ἐκεῖνοι ἐκολάσθησαν τότε, διὰ τί ἡμεῖς οὐ κολαζόμεθα νῦν; Οὐχὶ καὶ τυφλῷ δῆλον, ὅτι διὰ τὸ ἀποκεῖσθαι ἡμῖν ἐν τῷ μέλλοντι τὴν κόλασιν, καθὼς ἔφην πολλάκις; Χρὴ δὲ λογίζεσθαι πρὸς τούτοις καὶ τὰ νῦν ἐν τῷ βίῳ γινόμενα, καὶ οὐκ ἀπιστήσομεν τῇ γεέννῃ. Εἰ γὰρ δίκαιός ἔστιν ὁ Θεὸς καὶ ἀπροσωπόληπτος, ὥσπερ οὖν καὶ ἔστι, τίνος ἕνεκεν οἱ μὲν διδόασιν ἐνταῦθα φόνων δίκας, οἱ δὲ οὐ διδόασιν; οἱ μὲν τῶν μοιχῶν τιμωροῦνται, οἱ δὲ τελευτῶσιν ἀτιμώρητοι; πόσοι τυμβωρύχοι διέφυγον; πόσοι λῃσταί; πόσοι πλεονέκται; πόσοι ἅρπαγες; Ἂν οὖν γέεννα μὴ ᾖ, ποῦ τιμωρίαν ὑφέξουσιν; Ἆρα πείθομεν τοὺς ἀντιλέγοντας, ὅτι οὐκ ἔστι μῦθος ὁ περὶ αὐτῆς λόγος; Οὕτω γάρ ἐστιν ἀληθὴς, ὅτι οὐχ ἡμεῖς μόνον, ἀλλὰ καὶ ποιηταὶ καὶ φιλόσοφοι καὶ λογοποιοὶ περὶ τῆς μελλούσης ἀνταποδόσεως ἐφιλοσόφησαν, καὶ ἐν ᾅδου κολάζεσθαι τοὺς πονηροὺς εἰρήκασιν. Εἰ γὰρ καὶ μετὰ ἀληθείας, ὡς ἔχει ταῦτα, εἰπεῖν οὐκ ἠδυνήθησαν, ἅτε ἀπὸ λογισμῶν κινηθέντες καὶ παρακουσμάτων τῶν παρ' ἡμῖν, ἀλλ' ὅμως εἰκόνα τινὰ κρίσεως ἔλαβον. Κωκυτοὺς γάρ φασί τινας καὶ Πυριφλεγέθοντας ποταμοὺς, καὶ Στυγὸς ὕδωρ, καὶ Τάρταρον τοσοῦτον ἀπέχοντα τῆς γῆς, ὅσον αὕτη τοῦ οὐρανοῦ, καὶ πολλοὺς ἑτέρους κολάσεως τρόπους· καὶ πάλιν Ἠλύσιον πεδίον, καὶ μακάρων νήσους, καὶ λειμῶνας εὐανθεῖς, καὶ εὐωδίαν πολλὴν, καὶ αὔραν λεπτὴν, καὶ χοροὺς ἐκεῖ διατρίβοντας, καὶ λευκὴν περιβεβλημένους στολὴν, καὶ ᾄδοντας ὕμνους τινὰς, καὶ ὅλως καὶ ἀγαθοῖς καὶ πονηροῖς ἀποκειμένην ἀντίδοσιν μετὰ τὴν ἐντεῦθεν ἔξοδον. Μὴ τοίνυν ἀπιστῶμεν τῇ γεέννῃ, ἵνα μὴ ἐμπέσωμεν εἰς αὐτήν· ὁ γὰρ ἀπιστῶν, ῥᾳθυμότερος γίνεται· ὁ δὲ ῥᾳθυμῶν, εἰς αὐτὴν ἀπελεύσεται πάντως· ἀλλὰ καὶ πιστεύωμεν ἀνενδοιάστως, καὶ διαλεγώμεθα περὶ αὐτῆς συνεχῶς, καὶ οὐ ταχέως ἁμαρτησόμεθα. Τῶν γὰρ τοιούτων λόγων ἡ μνήμη, καθάπερ τι φάρμακον πικρὸν, πᾶσαν κακίαν ἀποσμῆξαι δυνήσεται, διαπαντὸς ἡμῶν ἐνιζάνουσα τῇ ψυχῇ. Χρησώμεθα τοίνυν αὐτῷ, ἵνα καθαρθέντες καλῶς, ἀξιωθῶμεν ἰδεῖν τὸν Θεὸν, ὡς ἀνθρώποις ἰδεῖν δυνατὸν, καὶ τῶν μελλόντων ἀπολαύσωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.