1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

9

ἀπολογεῖται ὅτι αὐτοὶ ἑαυτοῖς αἴτιοι. Οὐ γὰρ δὴ ἐξ ἀρχῆς τοιοῦτος ἦν, ἀλλ' ἑαυτῷ τὴν δουλείαν ἐπεσπάσατο. Μὴ ὡς δούλου κατεφρόνουν; Οὐχ ὡς υἱοῦ προενόησα; Ἢ οἰκογενής ἐστιν Ἰακώβ; Ἢ οὐχὶ καὶ τὸνπροπάτορα διὰ τιμῆς ἤγαγον, ὥστε καὶ μετὰ θάνατον αὐτὸν τιμᾷν τῇ μνήμῃ; Τουτέστιν· Ἐγὼ μὲν ἄνωθεν ἐν υἱοῦ τάξει αὐτὸν ἐκτησάμην, αὐτὸς δὲ εὐκαταφρόνητον ἑαυτὸν πεποίηκεν· διὰ τοῦτο καὶ τοῖς ἐχθροῖς ὑποχείριος γέγονεν. Καὶ υἱοὶ Μέμφεως, καὶ Τάφνας ἔγνωσάν σε, καὶ κατέπαιζόν σου. Μονονουχὶ ἀποδυρομένου ἐστί· Πόθεν σοι ταῦτα γέγονεν; Ἀνακαλουμένου αὐτοὺς, Καὶ κατέπαιξάν σου. Ὃ μάλιστα τῶν συμφορῶν τοὺς ἀνθρώπους δάκνειν εἴωθεν, τὸ ἔγνωσάν σε, καθάπερ τινὶ κόρῃ εὐγενίδι ῥιφείσῃ, καὶ ἐμπαροινήσαντες κατέπαιξάν σου. Περὶ Αἰγυπτίων λέγει. Τινὲς δὲ τὸ, ἔγνωσαν, ποιμανοῦσιν, ἔφασαν, μεταφορᾷ χρησάμενοι, καὶ τὸ, κατέπαιξαν ἐπήγαγεν, ἵνα τῶν κακούντων τὴν κακίαν σημάνῃ. Οὐχὶ ταῦτα ἐποίησέ σοι, τὸ καταλιπεῖν ἐμέ; Ὁρᾷς ὅτι οὐκ ἐμοῦ ἕνεκεν ταῦτα λέγω, ἀλλὰ τῶν σῶν. Πόθεν γοῦν γὰρ ταῦτα γεγένηται; πόθεν ἔρημοι αἱ πόλεις; πόθεν οἱ λέοντες ἐπεισέβησαν; πόθεν ἐκεῖνοι κατέπαιξαν; Εἰ μὴ ἐμὲ ἐγκατέλιπες, τὸν διαγαγόντα σε ἐν τῇ ἐρήμῳ, καὶ παρασκευάσαντα ἀσινῆ παρελθεῖν. Καὶ νῦν τί σοι ἐν τῇ ὁδῷ Αἰγύπτου, τοῦ ποιεῖν ὕδωρ Γηρῶν; Τοῦτο πάντες ἐγκαλοῦσι, καὶ κατηγοροῦσι καθ' ὑμῶν, ὅτι παρέντες τὸν Θεὸν ἐγκαλεῖν εἰς συμμαχίαν, τοὺς ἐχθροὺς καὶ ἐπιβουλεύοντας αὐτοῖς ἐπε 64.765 σπῶντο, καὶ αὐτοὺς ἔσχον φίλους. Ζηλότυπός ἐστιν ὁ Θεὸς, καὶ ἀγανακτεῖ πλέον μάλιστα, ὅταν μὴ αὐτοῦ χρείαν ἔχωμεν, εἰς ἀνάγκην καθίστησιν, ὥστε χρείαν ἔχειν αὐτοῦ διὰ παντός· οὕτως ἡμῶν ἐρᾷ σφόδρα καὶ ἐπιθυμεῖ παρέχειν. Κἂν ἕτερος δῷ τὴν χάριν, ἀγανακτεῖ, καὶ δοθεῖσαν ἀνατρέπει, καὶ οὐκ ἀφίησιν εἰς ἔργον ἐλθεῖν. Οὐκ ἀνέχῃ τῶν ῥημάτων, ἀνέξῃ τῶν πραγμάτων. Μέμφεται αὐτοὺς, ὅτι ἐν κρείττοσιν ὄντες, τὰ ἐλάττονα ἐπιζητοῦσι· τὸ γὰρ Γηὼν, Σιὼρ ἔχει ὁ Ἑβραῖος, ὅπερ ἑρμηνεύεται διώρυξ. Ἐπειδὴ γὰρ καὶ ἐν τῷ νόμῳ ὁ μακάριος Μωϋσῆς παραθέσει τῆς πρὸς Αἰγυπτίους ἐπῄνεσε τὴν τῆς Παλαιστίνης γῆν, ὡς οὐκ ἀναμένουσαν συναγωγὴν ὕδατος ὥστε πολυχειρίᾳ τὴν γῆν ὡς κῆπον ἀρδεύειν, ἀλλ' ἄνωθεν μὲν ἐκ τοῦ οὐρανοῦ φέρεται τὸ ὕδωρ, οὐ διὰ χειρὸς ἀνθρωπίνης, τοῦ Θεοῦ δεικνύντος τὴν περὶ τὴν γῆν πρόνοιαν, ἐκείνων μέμνηται, ὀνειδίζων αὐτούς. Ταῦτα δέ φησιν, ὡς πολλάκις μὲν Αἰγυπτίων ἐπικαλεσαμένων, καὶ Ἀσσυρίων τὴν βοήθειαν, καὶ νῦν δὲ ὡς τοῦ Ἰωακεὶμ μεγάλα ἐπὶ τῷ Αἰγυπτίῳ φρονοῦντος, καὶ ὡς οὐδὲν πείσεται ὑπὸ τοῦ Βαβυλωνίου τῇ ἐκείνου συμμαχίᾳ, ἡνίκα ὑπὸ Σύρων ἐπολεμοῦντο, τοὺς Ἀσσυρίους εἰς συμμαχίαν ἐκάλεσαν. Ὅτε δὲ Ἀσσύριοι αὐτοῖς ἐπεστράτευσαν, πρὸς Αἰγυπτίους κατέφυγον. Γηὼν γὰρ τὸν Νεῖλον καλεῖ. Παιδεύσει σε ἡ ἀποστασία σου. Ἱκανὸν γὰρ εἰς παιδείαν τὸ ἔξω τοῦ Θεοῦ γενέσθαι. Λέγει Κύριος. Οὐκ ἐμὰ τὰ ῥήματα, οὐκ ἀνθρωπίνη ἡ ἀπόφασις· ἔτι Θεὸν αὐτῆς ἑαυτὸν καλεῖ. Καὶ οὐκ εὐδόκησα ἐπὶ σοί. Οὐδέποτε, τουτέστιν ἀνεπαυσάμην. Ὅτι ἀπ' αἰῶνος συνέτριψας τὸν ζυγόν σου. Οὐδὲ ἔλυσαν, ἀλλὰ συνέτριψαν. Εἶπας· Οὐ δουλεύσω σοι, ἀλλὰ πορεύσομαι ἐπὶ πάντα βουνόν· ἐκεῖ διαχυθήσομαι ἐν τῇ πορνείᾳ μου. Ὅρα ἀφανίζοντα ἄλλ. ἀφηνιάζοντα καὶ σκιρτῶντα. Ὅρα βουνοὺς καὶ ἄλση τοῦ Θεοῦ προτιμώμενα. Ὁρᾷς ὅτι οὐ τὸ φορτικὸν τῆς ἀρχῆς ἔφυγεν, ἀλλ' ἐξύβριζεν· οὐκ ἂν ᾖ ἴσ. εἰ τεταπεινωμένη καὶ κατειργασμένη, πορνεῦσαι ἐζήτησεν, ἀλλ', ἄνεσιν μόνην, καὶ οὐχ ἁπλῶς Πορνεύσω, ἀλλὰ ∆ιαχυθήσομαι. Ὥστε καὶ εἰ ζυγὸς ἦν καὶ δεσμὸς, εἰκότως ἀπέσφιγγε τὰ ἄτακτα κατέχων σκιρτήματα, καὶ οὐδ' εἰς ὡρισμένους τόπους, ἀλλὰ πανταχοῦ εἰς ἕκαστον χωρίον τῆς ἀσεβείας ἡ ὑπόθεσις. Ἐγὼ ἐφύτευσά σε ἄμπελον καρποφόρον, πᾶσαν ἀληθινήν. Μὴ γὰρ δὴ νομίσῃς πάλιν ἀπὸ κακίας αὐτὰ γενέσθαι φυσικῆς. Ἐπειδὴ γὰρ εἰκὸς ἦν ἀπορεῖν τινας καὶ λέγειν, τίνος ἕνεκεν ἐξ ἀρχῆς