1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

9

Ἀναπλάττω αὐτὸ διὰ λουτροῦ παλιγγενεσίας, καὶ παραδίδωμι αὐτὸ τῷ πυρί. Ὅρα γάρ· ἔλαβε χοῦν ἀπὸ τῆς γῆς, καὶ ἐποίησε τὸν ἄνθρωπον· ἔπλασεν αὐτόν. Ἦλθεν ὁ διάβολος, διέστρεψεν αὐτόν. Ἦλθεν αὐτὸς, ἔλαβε πάλιν, ἀνεφύρασεν αὐτὸν, ἀνεχώνευσεν αὐτὸν ἐν τῷ βαπτίσματι, ἀλλ' οὐκ ἀφῆκεν αὐτῷ πήλινον εἶναι τὸ σῶμα, ἀλλ' ἐποίησεν αὐτὸ ὀστράκινον. Παρέδωκε τὸν πηλὸν τῷ πυρὶ τοῦ Πνεύματος· Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ, καὶ πυρί· ἐν ὕδατι, ἵνα ἀναπλασθῇ· ἐν πυρὶ, ἵνα στερεωθῇ. ∆ιὰ τοῦτο ὁ Προφήτης ἄνωθεν προαγορεύων ἔλεγεν· Ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς. Οὐκ εἶπεν, ὡς σκεύη ὀστράκινα, ἃ ἕκαστος κέκτηται· ἔστι γὰρ σκεύη κεραμέως ἐκεῖνα, ἃ ἐργάζεται ὁ κεραμεὺς ἐν τῷ τροχῷ· ἀλλὰ τὰ σκεύη τοῦ κεραμέως πήλινα, τὰ δὲ ἡμέτερα ὀστράκινα. Προαναφωνῶν οὖν τὴν διὰ τοῦ βαπτίσματος ἀναχώνευσιν, Ὡς σκεύη, φησὶ, κεραμέως συντρίψεις αὐτούς. Ἀναπλάττει, λέγει, καὶ χωνεύει. Καταβαίνω εἰς τὸ βάπτισμα, καὶ ἀναπλάττεταί μου τὸ σχῆμα, καὶ ἀναχωνεύει τοῦ Πνεύματος τὸ πῦρ, καὶ γίνεται ὀστράκινον. Ὅτι δὲ οὐ κόμπος τὰ ῥήματα, ἄκουσον τοῦ Ἰώβ· Ἐποίησε δὲ ἡμᾶς πηλόν· ὁ δὲ Παῦλος· Ἔχοντες δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν. Ἀλλὰ βλέπε ὀστράκου ἰσχύν. Οὐ γὰρ πυρὶ ὤπτηται, 52.407 ἀλλὰ Πνεύματι. Πῶς ὀστράκινον; Πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, καὶ τὸ ὀστράκινον σκεῦος οὐ κατεκλάσθη. Νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα. Ἐν τῷ βυθῷ πεποίηκεν, καὶ τὸ ὀστράκινον οὐ διελύθη· ἐναυάγησε, καὶ ὁ θησαυρὸς οὐκ ἀπώλετο· τὸ πλοῖον ὑποβρύχιον, καὶ ὁ φόρτος ἔπλευσεν. Ἔχοντες δὲ τὸν θησαυρόν. Ποῖον θησαυρόν; Πνεύματος χορηγίαν, δικαιοσύνην, ἁγιασμὸν, ἀπολύτρωσιν. Ποῖον; εἰπέ μοι. Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, ἔγειραι καὶ περιπάτει. Αἰνέα, ἰᾶταί σε Ἰησοῦς ὁ Χριστός. Σοὶ λέγω, τὸ πονηρὸν πνεῦμα, ἄπελθε ἀπ' αὐτοῦ. ιβʹ. Εἶδες θησαυρὸν βασιλικῶν θησαυρῶν λαμπρότερον; Τί γὰρ τοιοῦτον δύναται ποιήσειν μαργαρίτης βασιλέως, οἷον ῥήματα Ἀποστόλου; Ἐπίθες μυρία διαδήματα νεκρῶν, καὶ οὐκ ἐγείρεται· ἓν δὲ ῥῆμα ἐξῆλθεν Ἀποστόλου, καὶ στασιάζουσαν τὴν φύσιν ἐπανήγαγε, καὶ πρὸς τὸ ἀρχαῖον ἀποκατέστησεν. Ἔχοντες δὲ τὸν θησαυρὸν τοῦτον. Ὢ θησαυρὸς οὐ τηρούμενος μόνον, ἀλλὰ καὶ τηρῶν τὸν οἶκον, ἔνθα ἀπόκειται. Συνῆκας τί εἶπον; Οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες, ὅταν ἔχωσι θησαυροὺς, μεγάλους οἴκους κατασκευάζουσιν, οἷον τοίχους, μοχλοὺς, θύρας, φύλακας, κλεῖθρα, ἵνα τηρηθῇ ὁ θησαυρός· ὁ Χριστὸς δὲ τοὐναντίον ἐποίησεν· οὐκ ἐν λιθίνῳ, ἀλλ' ἐν ὀστρακίνῳ σκεύει τὸν θησαυρὸν ἔθηκεν. Εἰ μέγας ὁ θησαυρὸς, διὰ τί τὸ σκεῦος ἀσθενές; Ἀλλὰ μὴ διὰ τοῦτο ἀσθενὲς τὸ σκεῦος, ἐπειδὴ μέγας ὁ θησαυρός· οὐ γὰρ τηρεῖται ὑπὸ τοῦ σκεύους, ἀλλ' αὐτὸς τηρεῖ τὸ σκεῦος. Τίθημι ἐγὼ τὸν θησαυρὸν, τίς δύναται λοιπὸν κλέψαι; Ἦλθεν ὁ διάβολος, ἦλθεν ἡ οἰκουμένη, ἦλθον μυρίοι, καὶ τὸν θησαυρὸν οὐκ ἔκλεψαν· ἐμαστίχθη, καὶ ὁ θησαυρὸς οὐ προεδόθη· κατεποντίσθη εἰς θάλασσαν, καὶ ναυάγιον οὐκ ἐποίησεν· ἀπέθανε, καὶ ὁ θησαυρὸς μένει. Ἔδωκε τοίνυν τὸν ἀῤῥαβῶνα. Ποῦ εἰσιν οἱ τοῦ Πνεύματος τὴν ἀξίαν βλασφημοῦντες; Προσέχετε. Ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν Θεὸς, ὁ καὶ δοὺς τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος. Ἴστε πάντες ὑμεῖς, ὅτι ὁ ἀῤῥαβὼν μέρος ἐστὶ μικρὸν τοῦ παντός· ὅπως ἄκουε. Ἀπέρχεταί τις ἀγοράσαι οἰκίαν πολλῆς τιμῆς, καὶ λέγει· ∆ός μοι ἀῤῥαβῶνα, ἵνα θαῤῥῶ. Ἀπέρχεταί τις γυναῖκα ἀγαγέσθαι, προῖκα συντίθησι καὶ πράγματα, καὶ λέγει· ∆ός μοι ἀῤῥαβῶνα. Πρόσχες· καὶ ἐν πράσει δούλου ἀῤῥαβὼν, καὶ ἐν πᾶσι τοῖς συναλλάγμασιν ἀῤῥαβών. Ἐπεὶ οὖν ὁ Χριστὸς συνάλλαγμα μεθ' ἡμῶν ἐποίει (καὶ γὰρ ὡς νύμφην με ἔμελλε λαμβάνειν), καὶ προῖκά μοι γράφει, οὐ χρημάτων, ἀλλ' αἵματος. Προῖκα δέ μοι ταύτην γράφει τῶν ἀγαθῶν τὴν ἀντίδοσιν, Ἃ ὀφθαλμὸς οὐκ