1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

9

ἥλιος. Ἐκύκλωσα ἐγὼ καὶ ἡ καρδία μου τοῦ γνῶναι καὶ τοῦ κατασκέψασθαι καὶ ζητῆσαι σοφίαν καὶ τοῦ γνῶναι ἀσεβοῦς ἀφροσύνην καὶ ὀχληρίαν καὶ περιφοράν. Καὶ εὑρίσκω ἐγὼ αὐτὴν καὶ ἐρῶ πικρότερον ὑπὲρ θάνατον, σὺν τὴν γυναῖκα, ἥτις ἐστὶν θήρευμα. Γυναῖκα μετὰ ταῦτα ἤτοι τὴν ἀφροσύνην φησίν, ἤ, εἰ μὴ τοῦτο, τὴν ἀνόητον γυναῖκα, ὅτι θήρευμά ἐστιν χαλεπόν. Καὶ αἱ σαγῆναι καρδία αὐτῆς, δεσμὸς εἰς χεῖρας αὐτῆς· ἀγαθὸς πρὸ προσώπου τοῦ θεοῦ ἐξαιρεθήσεται ἀπ' αὐτῆς, καὶ ἁμαρτάνων συλλημφθήσεται ἐν αὐτῇ. Ἴδε τοῦτο εὗρον, εἶπεν ὁ Ἐκκλησιαστής, μία τῇ μιᾷ τοῦ εὑρεῖν λογισμόν, καὶ ἐπεζήτησεν ἡ ψυχή μου καὶ οὐχ εὗρον· καὶ ἄνθρωπον ἕνα ἀπὸ χιλίων εὗρον καὶ γυναῖκα ἐν πᾶσιν τούτοις οὐχ εὗρον. Πλὴν ἴδε τοῦτο εὗρον ὃ ἐποίησεν ὁ θεὸς σὺν τὸν ἄνθρωπον εὐθῆ, καὶ αὐτοὶ ἐζήτησαν λογισμοὺς πονηρούς. Τί ταύτης τῆς σοφίας ἴσον; Τί τῶν δογμάτων ὀρθότερον; Ἐποίησεν τὸν ἄνθρωπον εὐθῆ *** 8 *** καὶ ὅτι οὐκ ἔστιν γινώσκων τί τὸ ἐσόμενον. Τοσαῦτα εἰδώς, τοῦτο ἀγνοεῖν φησιν, ἀλλὰ δεῖ πιστεύειν· ἔσται γὰρ κρίσις. Παντὶ γὰρ καιρός ἐστιν πράγματι, ὥστε ἀπὸ στοχασμοῦ τοῦτο καλῶς συνίστατο. Ὅτι μὲν οὖν ἔσται κρίσις δῆλον, πότε δὲ οὐ δῆλον. Οὐκ ἀπὸ τούτου δὲ μόνον τοῦτο αὐτὸ δείκνυται, ἀλλὰ καὶ <ἀπὸ> τοῦ μὴ δυνηθῆναι κωλῦσαι θάνατον, μηδὲ ἀποστεῖλαί τινα μέλλοντα κινδυνεύειν ἐκ πολέμου δυνατὸν αὐτῷ· ἀλλὰ κακῶς μὲν ποιῆσαι ἐξουσίαν ἔχει· καὶ ὅμως, μετὰ τὸ ποιῆσαι, πάλιν κολάζονται καὶ τιμωροῦνται.

Ἔδωκα τὴν καρδίαν μου εἰς πᾶν τὸ ποίημα ὃ πεποίηται ὑπὸ τὸν ἥλιον, τὰ ὅσα ἐξουσιάσατο ὁ ἄνθρωπος ἐν ἀνθρώπῳ τοῦ κακῶσαι αὐτόν. Καὶ τότε εἶδον ἀσεβεῖς εἰς τάφους εἰσαχθέντας, καὶ ἐκ τοῦ ἁγίου, καὶ ἐπορεύθησαν καὶ ἐπῃνέθησαν ἐν τῇ πόλει, ὅτι οὕτως ἐποίησαν. Καί γε τοῦτο ματαιότης. Ὅτι οὐκ ἔστιν γιγνομένη ἀντίρρησις ἀπὸ τῶν ποιούντων τὸ πονηρόν. Τουτέστιν, οὐ καταγιγνώσκουσιν αὐτῶν, οὐκ ἐναντιοῦνται αὐτοῖς· ἦ γὰρ ἀνεπαύσαντο; Καὶ ἀγαθὸν οὐκ ἔσται τῷ ἀσεβεῖ καὶ οὐ μακρυνεῖ ἡμέρας ἐν σκιᾷ. Ἐν ἀναπαύσει, φησίν. Ὃς οὐκ ἔστιν φοβούμενος ἀπὸ προσώπου τοῦ θεοῦ. Ἔστιν ματαιότης, ἣ πεποίηται ἐπὶ τῆς γῆς, ὅτι εἰσὶν δίκαιοι, ὅτι φθάνει πρὸς αὐτοὺς ὡς ποίημα τῶν ἀσεβῶν, καί εἰσιν ἀσεβεῖς, ὅτι φθάνει πρὸς αὐτοὺς ὡς ποίημα τῶν δικαίων [πνεῦμα]· καί γε τοῦτο ματαιότης. Τουτέστιν, πολλάκις δόξαν ἔλαβεν πονηρὰν δίκαιος καὶ ἀγαθὴν ἀσεβής, ἀλλὰ καὶ τοῦτο μάτην, ὡς πεποιημένου, φησίν, οὐ πεποιημένου. Οὐ δυνήσεται ἄνθρωπος εὑρεῖν τὸ ποίημα τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον· ὅσα ἂν μοχθήσῃ ἄνθρωπος τοῦ ζητῆσαι, καὶ οὐχ εὑρήσει.

9 Ὅτι σύμπαν τοῦτο ἔδωκα ἐν καρδίᾳ μου, ὡς οἱ δίκαιοι καὶ οἱ σοφοὶ καὶ αἱ ἐργασίαι αὐτῶν ἐν χειρὶ θεοῦ. Τουτέστιν, ὅτι οἶδεν ὅτι οὐδὲν κερδαίνει ἢ τοῦ θεοῦ τὴν πρόνοιαν καὶ τὴν οἰκονομίαν τὴν ὑπὸ τὸν ἥλιον. Καί γε ἀγάπην καί γε μῖσος οὐκ ἔστιν εἰδὼς ἄνθρωπος· τὰ πάντα πρὸ προσώπου αὐτῶν ματαιότης. Καταγινώσκει τῶν τέως οὐδὲν εἰδότων· τούτων πάντα ψευδῆ. Συνάντημα ἓν τῷ δικαίῳ καὶ τῷ ἀσεβεῖ, τῷ ἀγαθῷ καὶ τῷ κακῷ, τῷ καθαρῷ καὶ τῷ ἀκαθάρτῳ, τῷ θυσιάζοντι καὶ τῷ μὴ θυσιάζοντι· ὡς ὁ ἀγαθός, ὣς ὁ ἁμαρτάνων· ὣς ὁ ὀμνύων, καθὼς ὁ τὸν ὅρκον φοβούμενος. Τοῦτο εἶδον πονηρὸν ἐν παντὶ τῷ πεποιημένῳ ὑπὸ τὸν ἥλιον, ὅτι συνάντημα ἓν τοῖς πᾶσιν· καί γε καρδία υἱῶν τοῦ ἀνθρώπου ἐπληρώθη πονηροῦ, καὶ περιφέρεια ἐν καρδίᾳ αὐτῶν ἐν ζωῇ αὐτῶν, καὶ ὀπίσω αὐτῶν πρὸς τοὺς νεκρούς. Ὅτι τίς ὃς κοινωνεῖ πρὸς πάντας τοὺς ζῶντας; Ἐπαίρει τὸν θάνατον καὶ φορτικὸν εἶναί φησιν καὶ πάντας ὑπευθύνους εἶναι τῷ πράγματι. Καὶ ἐπειδὴ εἶδεν καταπεφρονημένην τὴν τιμωρίαν, ἐπαίρει καὶ αὐτὴν τῷ λόγῳ· οὐδὲ γὰρ ἂν ὁ μακαρίζων πρὸ τούτου τοὺς τεθνηκότας νῦν τοὺς ζῶντας ἐμακάριζεν λέγων· Ἔστιν ἐλπὶς ὅτι ὁ κύων ὁ ζῶν ἀγαθὸς ὑπὲρ τὸν λέοντα τὸν τεθνηκότα.

Τοῦτο πονηρόν, τοῦτό ἐστιν μοχθηρόν, τοῦτο κόλασις μεγάλη, τοῦτο τιμωρία χαλεπή, ὅτι πάντες ἀποθνῄσκομεν, κἂν σοφός, κἂν ὁστισδήποτε. Μὴ μέγα φρόνει ἐπ'