1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

9

λαχοῦ φησιν· Ἐν θλίψει ἐπλάτυνάς μοι· καὶ πάλιν· Ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου, καὶ οὐκ ἠσθένησε τὰ ἴχνη μου, ὅταν εὔκολα καὶ εὐχερῆ ἐποίη σας τὰ κατ' ἐμὲ, καὶ ἀπεδίωξας ἀπ' ἐμοῦ πᾶσαν στραγ γαλιώδη καὶ σκολιὰν προσβολὴν τοῦ ἐχθροῦ. Τοῦτο γάρ ἐστιν, Ὅταν ἐπλάτυνας τὴν καρδίαν μου, ὁδὸν ἐν τολῶν σου ἔδραμον. Τοιοῦτος ἦν ὁ Παῦλος λέγων· Οὕτω τρέχω, ὡς οὐκ ἀδήλως· οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δέρων· ἀλλ' ὑπωπιάζω μου τὸ σῶμα καὶ δου λαγωγῶ, Ὡσαύτως καὶ πάντες οἱ ἅγιοι. Νομοθέτησόν μοι, Κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου, καὶ ἐκ ζητήσω αὐτὴν διαπαντός. Τὸ Νομοθέτησον ὁ Σύμμαχος, Ὑπόδειξον εἶν· Ἀκύλας δὲ καὶ Θεοδοτίων, Φώ 55.683 τισον ∆ιαπαντὸς, φησὶ, τῆς σῆς δέομαι φωταγωγίας καὶ νομοθεσίας. ὥστε καὶ γνῶναι τῶν δικαιωμάτων σου τὴν ὁδὸν, καὶ ταύτην ἀκολούθως ὁδεύειν. Πᾶσα οὖν δό σις ἀγαθὴ, καὶ πᾶν δώρημα τέλειον, ἄνωθέν ἐστι καταβαῖνον παρὰ τοῦ Πατρὸς τῶν φώτων. Καὶ ἡμεῖς προαιρούμενοι ἀγαθόν τι ποιεῖν, εἰ μὴ αὐτόθεν ἔχομεν τὴν συνεργίαν. ἀτελής ἐστιν ἡ ἔφεσις ἡμῶν. Εὔχεται οὖν ὁ προφήτης, καὶ ἡμεῖς οἱ ψάλλοντες (ὅσα οὖν προε γράφη, διὰ τὴν ἡμετέραν σωτηρίαν προεγράφη), τὸν Θεὸν συνεργὸν ἔχειν. ∆ιὸ καὶ ἐπιφέρει· Συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου, καὶ φυλάξω αὐ τὸν ἐν ὅλῃ καρδίᾳ μου. Τῆς αὐτῆς θεωρίας ἔχεται καὶ ὁ στίχος οὗτος, καὶ οὐ δέεται ἑτέρας ἐννοίας εἰς ἑρμη νείαν. Καὶ γὰρ ὁ Κύριος προσέταξεν ἐρευνᾷν τὰς Γραφάς· ἀλλὰ τοῖς ἐρευνῶσι χρεία τῆς ἄνωθεν αἴγλης, ἵνα καὶ εὕρωσι τὸ ζητούμενον, καὶ φυλάξωσι τὸ θηρώμενον. Ὁδήγησόν με ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, ὅτι αὐ τὴν ἠθέλησα. Οὐχ ἁπλῶς αἰτεῖ ποδηγὸν αὐτοῦ γενέσθαι τὸν τῶν ὅλων Θεὸν, ἀλλὰ δεικνὺς τῆς πορείας τὸν πόθον. Κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου, καὶ μὴ εἰς πλεονεξίαν. Ἐπὶ τὸ πρανὲς φέρεσθαι πέφυκε τῶν ὑδάτων ἡ φύσις, κἄν τινος ἐπιλάβηται διεξόδου, ἐκεῖσε πᾶσα χωρεῖ· οὕτω τοῦ διαβόλου τὴν ἐπὶ τὴν ἁμαρ τίαν ὁδὸν διανοίξαντος, τῶν ἀνθρώπων ἔῤῥεψεν ἐπὶ τὸ χεῖρον ἡ φύσις. Σφόδρα τοίνυν ὁ προφήτης ἁρμοδίως ἀν τιβολεῖ ἐπὶ τὰ θεῖα μαρτύρια τὴν καρδίαν κλιθῆναι, καὶ τῆς ἐπὶ θάτερον φορᾶς τὴν πεῖραν διαφυγεῖν. Καὶ γὰρ ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἔγκειται ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ, καθὼς γέγραπται. Εὐχό μεθα οὖν διδασκόμενοι ὑπὸ τοῦ προφήτου κλιθῆναι τὰς καρδίας ἡμῶν εἰς τὰ μαρτύρια αὐτοῦ, καὶ μὴ εἰς πλεον εξίαν, εἰς ἁρπαγὰς καὶ ἀδικίας, καὶ εἰς περισπασμοὺς τοῦ κόσμου τούτου. Ὅτι πᾶς ὁ βίος τῶν ἀσεβῶν ἐν φροντίδι, κατὰ τὸν πολύαθλον Ἰώβ. Ἐκ τούτων γὰρ καὶ συνάγεται πλοῦτος, ὅστις καὶ μαμωνᾶς καλεῖται. Ἀπόστρεψον τοὺς ὀφθαλμούς μου, τοῦ μὴ ἰδεῖν μα ταιότητα· ἐν τῇ ὁδῷ σου ζῆσόν με. ςʹ. Παρακαλεῖ ὁ προφήτης μὴ μετεωρίζεσθαι τοῖς ὀφ θαλμοῖς διά τινων θεάτρων, ἵππων τε καὶ ἡλίκων δρομαῖς, καὶ ὀρχηστικῶν λυγισμάτων, ἅτινά ἐστι ματαιότητος, καὶ ἀκερδῆ καὶ ἀνόνητα· ἐπεὶ καὶ πάντα τὰ πράγματα καὶ αἱ φροντίδες αἱ πολλαὶ τοῦ κόσμου τούτου αἱ συν τείνουσαι πρὸς πάθη σαρκικὰ, ματαιότητές εἰσι. ∆ιὸ καὶ ἐν τῷ Ἐκκλησιαστῇ εἴρηται· Ματαιότης ματαιοτήτων, καὶ πάντα ματαιότης, τὰ γήϊνα δηλονότι· ἐπάγει γάρ· Τίς περισσεία τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ, ᾧ μοχθεῖ ὑπὸ τὸν ἥλιον; Γενεὰ πορεύεται, καὶ γενεὰ ἔρχεται· καὶ αὖθις· Ὠκοδόμησά μοι οἴκους, ἐφύτευσά μοι ἀμπελῶνας, ἐποίησά μοι κήπους καὶ παραδεί σους, κολυμβήθρας ὑδάτων τοῦ ποτίσαι ἀπ' αὐτῶν. Ἐκτησάμην δούλους καὶ παιδίσκας, καὶ οἰκογενεῖς ἐγένοντό μοι, καί γε κτῆσις βουκολίων καὶ ποιμνίων πολλὴ ἐγένετό μοι ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθέν μου ἐν Ἰερουσαλήμ. Συνήγαγόν μοι καί γε ἀργύριον καὶ χρυσίον, καὶ περιουσιασμοὺς βασιλέων καὶ τῶν χωρῶν. Ἐποίησά μοι ᾄδοντας καὶ ᾀδούσας, καὶ ἐντρυφήματα υἱῶν τοῦ ἀνθρώπου, οἰνοχόους καὶ οἰνο χοούσας· καὶ οὐκ ἀπεκώλυσα τὴν