1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

9

αἰσχροῦ κέρδους χάριν. Εἰ γὰρ τὴν διδασκαλίαν ἀνεδέξατο, οὐχ ἱκανὸς δέ ἐστιν ἐκείνοις μάχεσθαι οὐδὲ ἐπιστομίσαι αὐτοὺς οὕτως ἀναισχυντοῦντας, τῆς τῶν ἀπολλυμένων βλάβης καθ' ἕκαστον αἴτιος γενήσεται. Εἰ γὰρ παραινεῖ τις λέγων, Μὴ ζήτει γενέσθαι κριτὴς, εἰ μὴ ἰσχύεις ἐξᾶραι ἀδικίαν, πολλῷ μᾶλλον ἐνταῦθα ἂν εἴποι τις, Μὴ ζήτει γενέσθαι διδάσκαλος, εἰ τῆς τοῦ πράγματος ἀξίας ἀπέχεις, ἀλλὰ καὶ ἑλκόμενος ἀποπήδα. Ὁρᾷς πανταχοῦ τὴν φιλαργυρίαν, τὴν αἰσχροκέρδειαν αἰτίαν τούτων οὖσαν; ∆ιδάσκοντες, φησὶν, ἃ μὴ δεῖ, αἰσχροῦ κέρδους χάριν. γʹ. Οὐδὲν γάρ ἐστιν, ὃ μὴ λυμαίνεται ταῦτα τὰ πάθη· ἀλλ' ὥσπερ πνεύματά τινα ἄγρια εἰς γαληνὸν ἐμπεσόντα πέλαγος, ὅλον αὐτὸ κάτωθεν ἀναμοχλεύει, ὡς καὶ τὴν ἄμμον τοῖς κύμασιν ἀναμίγνυσθαι· οὕτω ταῦτα τὰ πάθη εἰς ψυχὴν εἰσιόντα, πάντα ἄνω καὶ 62.674 κάτω ποιεῖ, πηροῖ τὸ διορατικὸν τῆς διανοίας, μάλιστα δὲ ἡ τῆς δόξης μανία. Χρημάτων μὲν γὰρ εὔκολον καταφρονῆσαι τῷ βουλομένῳ· τῆς δὲ παρὰ τῶν πολλῶν τιμῆς ὑπεριδεῖν, πολλοῦ δεῖ πόνου, μεγάλης φιλοσοφίας, ψυχῆς τινος ἀγγελικῆς αὐτῆς ἁπτομένης τῆς κορυφῆς τῆς τοῦ οὐρανοῦ. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδὲν οὕτω πάθος τυραννικὸν καὶ πανταχοῦ κρατοῦν, ἐκ πλείονος μὲν καὶ ἐλάττονος μοίρας, πανταχοῦ δὲ ὅμως. Πῶς ἂν οὖν αὐτοῦ περιγενοίμεθα, εἰ καὶ μὴ κατὰ κράτος, ἀλλὰ κἂν ἐξ ἐλαχίστου μέρους; Ἂν εἰς τὸν οὐρανὸν ἀναβλέπωμεν, ἂν τὸν Θεὸν σχῶμεν πρὸ ὀφθαλμῶν, ἂν μείζω τῶν γηίνων λάβωμεν λογισμόν. Ἐννόησον, ὅταν ἐπιθυμῇς δόξης, ὅτι αὐτῆς ἐπέτυχες, καὶ μάθε τὸ τέλος, καὶ οὐδὲν εὑρήσεις· ἐννόησον ὅσην ἔχει τὴν ζημίαν τὸ πρᾶγμα, ὅσων καὶ ἡλίκων ἀποστερεῖ ἀγαθῶν· τοὺς μὲν γὰρ πόνους ὑποστήσῃ καὶ τοὺς κινδύνους, τῶν δὲ καρπῶν ἀποστερηθήσῃ καὶ τῶν ἐπάθλων· ἐννόει ὅτι οἱ πλεῖστοι κακοὶ, καὶ καταφρόνησον αὐτῶν τῆς δόξης. Καθ' ἕνα ἕκαστον ἀναλόγισαι τίς ἐστι, καὶ ὄψει τὸ πρᾶγμα γέλωτος γέμον· ὄψει ὅτι αἰσχύνη μᾶλλον, ἢ δόξα τὸ πρᾶγμά ἐστι· καὶ μετὰ ταῦτα ἀνάγαγε τὸν λογισμὸν ἐπὶ τὸ ἄνω θέατρον. Ὅταν ἀγαθόν τι πράττων ἐννοῇς, ὅτι δεῖ καὶ ἀνθρώποις δεῖξαι, καί τινας ἐπιζητῇς θεατὰς τοῦ πράγματος, καὶ ὠδίνῃς ὥστε ὀφθῆναι· ἐννόησον ὅτι ὁ Θεὸς ὁρᾷ, καὶ πᾶσαν ἐκείνην σβεννύεις τὴν ἐπιθυμίαν· ἀναχώρησον ἐκ τῆς γῆς, πρὸς ἐκεῖνο ἴδε τὸ θέατρον τὸ ἐν τοῖς οὐρανοῖς. Ἄνθρωποι κἂν ἐπαινέσωσιν, ἀλλ' ὕστερον ἐμέμψαντο, ἀλλὰ φθονοῦσιν, ἀλλ' ἐπιλαμβάνονται· κἂν μὴ τοῦτο ποιῶσιν, οὐδὲν ὅλως ὠφελήσουσι τὸν ἐπαινούμενον· ἐπὶ δὲ τοῦ Θεοῦ οὐχ οὕτως, ἀλλὰ χαίρει ἐπαινῶν ἡμῶν τὰ κατορθώματα. Εἶπες ὀρθῶς, καὶ κρότων ἐπέτυχες; καὶ τί τὸ κέρδος; Εἰ μὲν γὰρ ὠφελήθησαν οἱ κροτήσαντες καὶ μετεβάλοντο καὶ βελτίους ἐγένοντο, καὶ τῶν προτέρων κακῶν ἀπέστησαν, δεῖ χαίρειν ὄντως, οὐκ ἐπὶ τοῖς ἐπαίνοις τοῖς γενομένοις, ἀλλ' ἐπὶ τῇ μεταβολῇ τῇ καλῇ καὶ θαυμαστῇ. Εἰ δὲ διαπαντὸς μὲν ἐπαινοῦντες καὶ θορυβοῦντες καὶ κροτοῦντες διατελοῦσι, καρποῦνται δὲ οὐδὲν ἀπὸ τῶν κρότων, ἀλγεῖν μᾶλλον χρὴ, ὅτι αὐτοῖς εἰς κρῖμα ταῦτα γίνεται. Ἀλλ' ἐπὶ εὐλαβείᾳ δόξαν ἔχεις; Ἂν μὲν ὄντως ᾖς εὐλαβὴς, καὶ μηδὲν ἑαυτῷ σύνοιδας πονηρὸν, χαίρειν δεῖ, οὐκ ἐπειδὴ δοκεῖς, ἀλλ' ἐπειδὴ εἶ· ἂν μέντοι μὴ ὢν, τῆς τῶν πολλῶν δόξης ἐπιθυμῇς, ἐννόει ὅτι οὐχ οὗτοι κρινοῦσιν ἡμῖν κατ' ἐκείνην τὴν ἡμέραν, ἀλλ' ὁ τὰ λανθάνοντα μετὰ ἀκριβείας ἐπιστάμενος. Εἰ δὲ συνειδὼς ἑαυτῷ ἁμαρτήματα, καθαρὸς εἶναι παρὰ πᾶσιν ὑποπτεύῃ, οὐ μόνον οὐ χαίρειν δεῖ, ἀλλὰ καὶ ἀλγεῖν καὶ στένειν πικρὸν, τὴν ἡμέραν ἐννοοῦντα συνεχῶς, καθ' ἣν πάντα ἀποκαλύπτεται, καθ' ἣν τὰ κρυπτὰ τοῦ σκότους φωτίζεται. Τιμῆς ἀπολαύεις; διακρούου ταύτην, εἰδὼς ὅτι σε ὀφειλέτην καθίστησιν. Οὐδείς σοι παρέχει τιμήν; καὶ χαίρειν δεῖ ἐπὶ τούτῳ· καὶ γάρ σοι μετὰ τῶν ἄλλων καὶ τοῦτο ὁ Θεὸς προβαλεῖται, ὅτι τιμῆς ἀπήλαυσας. Ἢ οὐχ ὁρᾷς, ὡς μετὰ τῶν ἄλλων εὐεργεσιῶν καὶ τοῦτο ἐγκαλεῖ ὁ Θεὸς διὰ τοῦ