1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

9

εἰδὼς, ὅτι τὰ μέγιστα αὐτὸν καταβλάψαι δύναιτ' ἂν τὸ ψωμίζεσθαι καὶ ποτίζεσθαι, εἰ μένοι διηνεκῶς ἐπὶ τῆς ἀπεχθείας, καταλύσῃ τὴν ὀργήν. Οὕτω γὰρ τοὺς ἄνθρακας τοῦ πυρὸς σβέσαι δυνήσεται. Ὥστε καὶ ἡ κόλασις καὶ ἡ τιμωρία κειμένη τόν τε ἠδικημένον ἐπισπᾶται εἰς εὐεργεσίαν τοῦ λελυπηκότος, τόν τε παροξύναντα φοβεῖ καὶ διανίστησι, καὶ πρὸς καταλλαγὴν ὠθεῖ τοῦ τρέφοντος καὶ ποτίζοντος. ∆ιπλῷ τοίνυν ἀμφοτέρους συνέδησε δεσμῷ πρὸς ἀλλήλους, καὶ τῷ τῆς εὐεργεσίας, καὶ τῷ τῆς τιμωρίας. Τὸ γὰρ δυσχερὲς, ἄρχειν καὶ εἴσοδον εὑρεῖν τῇ καταλλαγῇ· ταύτης δὲ ἀνοιγείσης οἱῳδήποτε τρόπῳ, τὰ μετὰ ταῦτα πάντα ῥᾴδια ἔσται καὶ εὔκολα. Κἂν γὰρ παρὰ τὴν ἀρχὴν ἐλπίδι κολάσεως τρέφῃ τὸν ἐχθρὸν ὁ λελυπημένος, ἀλλ' αὐτῷ τῷ τρέφειν γινόμενος φίλος, ἐκβαλεῖν τὴν ἐπιθυμίαν δυνήσεται τῆς τιμωρίας. Φίλος γὰρ γενόμενος, οὐκέτι ἂν τοιαύτῃ θρέψειε προσδοκίᾳ τὸν καταλλαγέντα αὐτῷ. Πάλιν ὁ παροξύνας, ἰδὼν τὸν ἠδικημένον τρέφειν αὐτὸν καὶ ποτίζειν προαιρούμενον, διά γε τοῦτο αὐτὸ, καὶ τὸν φόβον τῆς ἀποκειμένης αὐτῷ κολάσεως, πᾶσαν ἐκβάλλει τὴν ἀπέχθειαν, κἂν μυριάκις σιδηροῦς ᾖ, καὶ ἀπηνὴς, καὶ ἀδάμας, τήν τε φιλοφροσύνην τοῦ τρέφοντος δυσωπούμενος, καὶ τὴν ἀποκειμένην αὐτῷ κόλασιν δεδοικὼς, εἰ μένοι μετὰ τὴν τροφὴν ἐχθρὸς ὤν. ∆ιά τοι τοῦτο οὐδὲ ἐνταῦθα ἔστη τῆς παραινέσεως, ἀλλ' ὅτε ἐκένωσεν ἑκατέρου τὴν ὀργὴν, τότε καὶ τὴν γνώμην αὐτῶν διορθοῦται λέγων, Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ. Ἂν γὰρ μένῃς, φησὶ, μνησικακῶν καὶ ἀμυνόμενος, δοκεῖς μὲν τὸν ἐχθρὸν νικᾷν, νικᾶσαι δὲ ὑπὸ τοῦ κακοῦ, τουτέστιν, ὑπὸ τῆς ὀργῆς· ὥστε, εἰ βούλει νικῆσαι, καταλλάγηθι, καὶ μὴ ἐπεξέλθῃς. Αὕτη γάρ ἐστιν ἡ λαμπρὰ νίκη, ὅταν ἐν τῷ ἀγαθῷ, τουτέστι, τῇ ἀνεξικακίᾳ νικήσῃς τὸ κακὸν, τὴν ὀργὴν καὶ τὴν μνησικακίαν ἐκβαλών. Ἀλλὰ τούτων ἐξ ἀρχῆς οὐκ ἂν ἠνέσχετο τῶν ῥημάτων ὁ ἠδικημένος καὶ φλεγμαίνων. ∆ιὰ τοῦτο, ὅτε αὐτοῦ τὸν θυμὸν ἐκόρεσε, τότε καὶ ἐπὶ τὴν ἀρίστην αὐτὸν ἤγαγε τῆς καταλλαγῆς αἰτίαν, καὶ οὐκ ἀφῆκεν ἐναπομεῖναι τῇ πονηρᾷ τῆς τιμωρίας ἐλπίδι. Εἶδες νομοθέτου σοφίαν; Καὶ ἵνα μάθῃς ὅτι διὰ τὴν ἀσθένειαν τῶν οὐκ ἀνεχομένων ἄλλως ἑαυτοῖς συνάπτεσθαι, τοῦτον εἰσήγαγε τὸν νόμον, ἄκουσον πῶς ὁ Χριστὸς τὸ αὐτὸ τοῦτο νομοθετῶν, οὐ τὸ αὐτὸ τέθεικεν ἔπαθλον· ἀλλ' εἰπὼν, ὅτι Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, ὅπερ ἐστὶ τρέφειν καὶ ποτίζειν, οὐκ ἐπήγαγεν, ὅτι Τοῦτο γὰρ ποιοῦντες ἄνθρακας πυρὸς σωρεύσετε ἐπὶ τὰς κεφαλὰς αὐτῶν, ἀλλὰ τί; Ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ 51.183 ἐν τοῖς οὐρανοῖς. Εἰκότως· Πέτρῳ γὰρ, Ἰακώβῳ καὶ Ἰωάννῃ διελέγετο, καὶ τῷ λοιπῷ τῶν ἀποστόλων χορῷ· διὰ τοῦτο αὐτὸ τέθεικεν ἔπαθλον. Εἰ δὲ λέγεις, ὅτι καὶ οὕτω φορτικὸν τὸ ἐπίταγμα, μειζόνως μὲν ὑπὲρ Παύλου πάλιν ἡμῖν ἀπολογῇ, σαυτὸν δὲ πάσης συγγνώμης ἀποστερεῖς. Τί δήποτε; Ὅτι τοῦτο τὸ δοκοῦν εἶναι φορτικὸν, ἐν τῇ Παλαιᾷ σοι δείκνυμι κατορθούμενον, ὅτε οὔπω τοσαύτης φιλοσοφίας ἐπίδειξις ἦν. ∆ιὰ γὰρ τοῦτο καὶ ὁ Παῦλος οὐχὶ οἰκείοις ῥήμασι τὸν νόμον εἰσήγαγεν, ἀλλ' αὐταῖς χρησάμενος ταῖς ῥήσεσιν, αἷς ὁ παρὰ τὴν ἀρχὴν αὐτὸν εἰσαγαγὼν ἔθηκεν, ἵνα μηδεμίαν συγγνώμην καταλείπῃ τοῖς μὴ τηροῦσιν αὐτόν. Τὸ γὰρ, Ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτὸν, ἐὰν διψᾷ, πότιζε αὐτὸν, οὐχὶ Παύλου ἐστὶ πρῶτον ῥῆμα, ἀλλὰ τοῦ Σολομῶντος. ∆ιὰ τοῦτο τὰ ῥήματα τέθεικεν, ἵνα πείσῃ τὸν ἀκροατὴν, ὅτι τῶν αἰσχίστων ἐστὶ, παλαιὸν νόμον, καὶ ὑπὸ τῶν ἀρχαίων κατορθωθέντα πολλάκις, νῦν εἰς τοσαύτην ἐπιδοθέντα φιλοσοφίαν φορτικὸν εἶναι νομίζειν καὶ ἐπαχθῆ. Καὶ τίς αὐτὸν τῶν ἀρχαίων κατώρθωσε, φησί; Πολλοὶ μὲν καὶ ἄλλοι, μάλιστα δὲ ὁ ∆αυῒδ μετὰ πλείονος τῆς περιουσίας. Οὐ μὲν ἐψώμισε τὸν ἐχθρὸν, οὐδὲ ἐπότισε μόνον, ἀλλὰ καὶ κινδυνεύοντα