9
ὑπερηκόντισε, καὶ οὐκ ἐγένετο κώλυμα ἡ πενία. Αὕτη μὲν οὖν ἡ πενία μείζονα τὴν ἐλεημοσύνην εἰργάσατο· ὅπερ οὖν καὶ ὁ Παῦλός φησιν, Ἡ κατὰ βάθους πτωχεία ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν. Οὐ γὰρ τοῦτο χρὴ σκοπεῖν, ὅτι δύο κατέβαλεν ὀβολοὺς, ἀλλ' ὅτι μόνους ἔχουσα τούτους, οὐκ ἐφείσατο, ἀλλ' ὁλόκληρον τὴν οὐσίαν εἰσήνεγκε, θαυμάζειν αὐτὴν χρὴ καὶ στεφανοῦν. Οὐ τοίνυν περιουσίας, ἀλλὰ προθυμίας ἡμῖν δεῖ, ὅταν ὑποδεχώμεθα ξένους. Ὥσπερ γὰρ ταύτης παρούσης οὐδὲν βλάβος γένοιτ' ἂν ἀπὸ πενίας, οὕτως ἀπούσης οὐδὲν ὄφελος γένοιτ' ἂν ἐξ εὐπορίας. Τί λέγεις; Παιδίων ἐπιμελεῖται ἡ χήρα καὶ διὰ τοῦτο οὐκ ἂν δύναιτο θεραπεύειν ξένους; ∆ι' αὐτὸ μὲν οὖν τοῦτο εὐκολώτερον τοῦτο ἐργάσεται, κοινωνοὺς ἔχουσα τῆς θεραπείας τοὺς υἱοὺς, συναντιλαμβανομένους καὶ συνεφαπτομένους αὐτῇ τῆς καλῆς ταύτης πραγματείας. Ὥστε οὐ κώλυμα, ἀλλὰ βοήθεια τῆς φιλοξενίας ἔσται τῶν παίδων τὸ πλῆθος, καὶ ἡ πολυχειρία πολλὴν τῇ διακονίᾳ παρέξει τὴν εὐκολίαν. Μὴ γάρ μοι πολυτελῆ τράπεζαν εἴπῃς· ἂν εἰς τὴν οἰκίαν δέξηται τὸν ξένον, ἂν τὰ ὄντα παραθῇ, ἂν πολλὴν ἐπιδείξηται τὴν φιλοφροσύνην, ἀπήρτισται τῆς ξενοδοχίας ὁ καρπὸς ἅπας. Εἰ γὰρ ποτήριον ψυχροῦ μόνον βασιλείαν οὐρανῶν προξενεῖ, τὸ καὶ ὁμωρόφιον ποιῆσαι, καὶ τραπέζης κοινωνὸν, καὶ ἀναπαῦσαι, πόσον οἴσει τὸν καρπὸν, εἰπέ μοι; Σκόπει δή μοι Παύλου τὴν ἀκρίβειαν. Οὐ γὰρ ἁπλῶς ξενοδοχίαν ἐνταῦθα ἀπαιτεῖ, ἀλλὰ τὴν μετὰ προθυμίας καὶ ζεούσης ψυχῆς καὶ διανοίας θερμῆς. Εἰπὼν γὰρ, Εἰ ἐξενοδόχησεν, ἐπήγαγεν, Εἰ ἁγίων πόδας ἔνιψεν. Οὐ θεραπαινίσιν ἐπιτρέπειν χρὴ αὐτὴν μετὰ τύφου καθημένην τοῦ ξένου τὴν θεραπείαν, ἀλλ' αὐτουργὸν γενέσθαι, καὶ τὸν καρπὸν ἁρπάζειν, καὶ μηδενὶ παραχωρεῖν τοῦ καλοῦ τούτου θησαυροῦ. Καὶ πῶ, τοῦτο γένοιτ' ἂν, φησίν; εἰ γὰρ εὐγενὴς εἴη καὶ περιφανὴς καὶ λαμπρὰ καὶ ἐπίσημος ἐκ προγόνων. αὐτὴ τοῦ ξένου νίψει τοὺς πόδας; καὶ πῶς οὐκ 51.333 αἰσχρόν; Αἰσχρὸν μὲν οὖν τὸ μὴ νίπτειν, ἄνθρωπε. Κἂν γὰρ μυριάκις αὐτῆς τὴν εὐγένειαν ἐπάρῃς καὶ τὴν περιφάνειαν, καὶ τὴν λαμπρότητα, τῆς αὐτῆς μετέχει τῷ νιπτομένῳ φύσεως, καὶ σύνδουλός ἐστι τοῦ θεραπευομένου καὶ ὁμότιμος. ιγʹ. Ἐννόησον τίς τῶν μαθητῶν τοὺς πόδας ἔνιψε, καὶ παῦσαί μοι περὶ εὐγενείας διαλεγόμενος. Ὁ κοινὸς τῆς οἰκουμένης ∆εσπότης, ὁ τῶν ἀγγέλων βασιλεὺς καὶ ἔνιψε καὶ λέντιον περιεζώσατο, καὶ οὐχὶ τῶν μαθητῶν μόνον, ἀλλὰ καὶ αὐτοῦ τοῦ προδότου. Εἶδες πόσον τὸ μέσον τοῦ νίπτοντος καὶ τῶν νιπτομένων; Ἀλλ' ὅμως τὸ μέσον ἅπαν τοῦτο κατέβη, καὶ ὁ ∆εσπότης τὸν δοῦλον ἔνιψεν, ἵνα ἡ δούλη τὸν σύνδουλον μὴ ἐπαισχύνηται. ∆ιὰ τοῦτο καὶ τοῦ προδότου, ἵνα μὴ μέλλῃς λέγειν, ὅτι εὐτελὴς καὶ εὐκαταφρόνητος ὁ μέλλων ἀπολαύειν τῆς θεραπείας. Εἰ γὰρ καὶ εὐτελὴς καὶ εὐκαταφρόνητος, ἀλλ' οὔπω κατὰ τὸν Ἰούδαν ἐστὶν, οὐδὲ τοιαῦτά σοι διέθηκεν, οἷα τὸν ∆εσπότην ἐκεῖνος, μετὰ τὰς μυρίας εὐεργεσίας ἐπὶ προδοσίαν ἐλθών. Ἀλλ' ὅμως ἅπαντα ταῦτα προειδὼς ἔνιψεν, ἡμῖν νόμους τιθεὶς, ἵνα κἂν ἁπάντων ὦμεν ὑψηλότεροι, κἂν ἁπάντων λαμπρότεροι καὶ περιφανέστεροι, κἂν ἁπάντων χείρους οἱ μέλλοντες πρὸς ἡμᾶς κατάγεσθαι, μὴ διὰ τοῦτο αὐτῶν φεύγωμεν τὴν θεραπείαν, μηδὲ τὴν εὐτέλειαν ἐπαισχυνώμεθα. Σὺ δὲ, ὦ γύναι, ἐὰν μέν τινα ἴδῃς ἐν τοῖς βιωτικοῖς σοι βοηθοῦντα πράγμασιν, ἢ ἐν δικαστηρίῳ συμπράττοντα, ἢ ἐν ἄλλῳ τινὶ τοιούτῳ, καὶ ἀπαντᾷς, καὶ μετὰ πολλῆς δέχῃ τῆς εὐνοίας, καὶ χεῖρας καταφιλεῖς, καὶ ἀργύριον καταβάλλεις, καὶ τὰ τῶν θεραπαινίδων ποιεῖς· ἂν δὲ τὸν Χριστὸν εἰσελθόντα ἴδῃς, ὀκνεῖς καὶ καταδύῃ πρὸς τὴν αὐτοῦ θεραπείαν; Εἰ μὴ ὡς τὸν Χριστὸν δέχῃ τὸν ξένον, μὴ δέξῃ· εἰ δὲ ὡς τὸν Χριστὸν δέχῃ, μὴ ἐπαισχυνθῇς τοῦ Χριστοῦ νίψαι τοὺς πόδας. Οὐχ ὁρᾷς πόσοι τῶν ἐπηρεαζομένων εἰς ἀνδριάντων κατέφυγον πόδας; Καίτοι γε ἀναίσθητος ἡ ὕλη, καὶ ἄψυχος ὁ χαλκός· ἀλλ' ὅμως ἐπειδὴ βασιλέων εἰσὶν εἰκόνες, προσεδόκησάν τινα καρπώσασθαι παρὰ τῶν ποδῶν ἐκείνων ὠφέλειαν. Σὺ δὲ οὐκ ἀναισθήτους πόδας, οὐδὲ ἄψυχον ὕλην, ἀλλ' εἰκόνα ἔνδον ἔχουσαν τὸν βασιλέα θεωροῦσα πρὸς σὲ