1

 2

 3

 4

 5

 6

 7

 8

 9

9

Εἴπομεν δὲ αὐτῶν πρῶτον τὰς ἀρετὰς, καὶ τότε εἰσηγάγομεν τὰ ἁμαρτήματα. Καὶ σὺ τοίνυν, εἰ καὶ ἁμαρτωλὸς εἶ, μὴ ἀπολειφθῇς τῆς ἐκκλησίας· κἂν δίκαιος ᾖς, μὴ ἀπολειφθῇς, ἵνα ἔναυλον ἔχων τῶν Γραφῶν τὴν γνῶσιν δίκαιος διαμένῃς, μεμνημένος τὰ περὶ τῆς βασιλείας τῶν οὐρανῶν, καὶ τῶν ἀγαθῶν ἐκείνων ὧν ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· ὅτι αὐτῷ πρέπει ἡ δόξα σὺν τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.