1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

9

ἀλλὰ τὸν δεσπότην προβάλλομαι τὸν ἐμόν· οὐ γὰρ ἐμαυτῷ, ἀλλ' ἐκείνῳ διακονῶν ἥκω· ἐκείνου τοίνυν αἰδεσθεὶς τὴν ἀρετὴν, συγκατάπραξόν μοι τὸ προκείμενον ἅπαν. ςʹ. Εἶτα ἵνα μὴ νομίσῃς ὅτι ὡς χρέος ἀπαιτεῖ, ἄκουσον καὶ τῶν ἑξῆς· Καὶ ποίησον ἔλεος μετὰ τοῦ κυρίου μου Ἀβραάμ. Κἂν μυρία ὦμεν, φησὶ, κατωρθωκότες, ἀξιοῦμεν χάριτι σωθῆναι, καὶ ἀπὸ φιλανθρωπίας τοῦτο λαβεῖν, οὐκ ἐξ ὀφειλῆς τινος καὶ χρέους. Τί τοίνυν βούλει· Ἰδοὺ ἕστηκα, φησὶν, ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος· αἱ δὲ θυγατέρες τῶν οἰκούντων τὴν πόλιν ἐκπορεύονται ἀντλῆσαι ὕδωρ· καὶ ἔσται ἡ παρθένος, ᾗ ἂν ἐγὼ εἴπω, Ἐπίκλινόν μοι τὴν ὑδρίαν σου, ἵνα πίω, καὶ εἴπῃ, Πίε καὶ σὺ, καὶ τὰς καμήλους σου ποτιῶ, ἕως ἂν παύσωνται πᾶσαι πίνουσαι, ταύτην ἡτοίμασας τῷ παιδί σου Ἰσαὰκ, καὶ ἐν τούτῳ γνώσομαι ὅτι ἐποίησας ἔλεος τῷ κυρίῳ μου Ἀβραάμ. Ὅρα σοφίαν οἰκέτου, οἷον τίθησι σημεῖον. Οὐκ εἶπεν, Ἐάν τινα ἴδω ἐπὶ ἡμιόνων φερομένην, ἐπὶ ὀχήματος ὀχουμένην, εὐνούχων δὲ ἐσμὸν ἐπισυρομένην, πολλὴν ἔχουσαν θεραπείαν, εὔμορφον καὶ ἀπολάμπουσαν κατὰ τὴν τοῦ σώματος ὥραν, ταύτην ἡτοίμασας τῷ παιδί σου· ἀλλὰ τί; Ἧ ἂν ἐγὼ εἴπω· Ἐπίκλινόν μοι τὴν ὑδρίαν σου, ἵνα πίω. Τί ποιεῖς, ἄνθρωπε; οὕτως εὐτελῆ γυναῖκα τῷ δεσπότῃ σου ζητεῖς, ὑδροφοροῦσαν, καί σοι διαλεχθῆναι δυναμένην; Ναὶ, φησίν· οὐ γὰρ ἔπεμψέ με χρημάτων εὐπορίαν, οὐδὲ γένους λαμπρότητα, ἀλλὰ ψυχῆς εὐγένειαν ἐπιζητήσοντα. Πολλαὶ πολλάκις τῶν ὑδροφορουσῶν τούτων ὁλόκληρον ἔχουσιν ἀρετὴν, ἄλλαι δὲ ἐν οἴκοις λαμπροῖς καθήμεναι, πάντων εἰσὶ χείρους καὶ φαυλότεραι. Εἶτα καὶ πόθεν τοῦτο, ὅτι ἐνάρετός ἐστιν ἡ γυνή; Ἀπὸ τοῦ σημείου, φησὶν, οὗ εἶπε. Καὶ ποῖον τοῦτο τὸ σημεῖον ἀρετῆς; Μέγιστον καὶ ἀναμφισβήτητον. Φιλοξενίας γὰρ τοῦτο μέγα σημεῖόν ἐστιν, ὥστε πᾶσαν παρασχεῖν ἀπόδειξιν. Ὃ τοίνυν λέγει τοιοῦτόν ἐστιν, εἰ καὶ μὴ ταῦτα φθέγγεται τὰ ῥήματα· Ἐκείνην ζητῶ τὴν παρθένον, ἥτις οὕτω φιλόξενός ἐστιν, ὡς πᾶσαν παρασχεῖν ἐν οἷς ἂν δύνηται θεραπείαν. Καὶ οὐχ ἁπλῶς τοῦτο ἐζήτει· ἀλλ' ἐπειδὴ τοιαύτης οἰκίας ἦν, ἐν ᾗ μάλιστα τὰ τῆς φιλοξενίας ἤνθει κατορθώματα, τοῦτο πρὸ τῶν ἄλλων ἐζήτησεν, ὁμότροπον τοῖς ἑαυτοῦ δεσπόταις λαβεῖν. Εἰς οἰκίαν αὐτὴν μέλλομεν, φησὶν εἰσαγαγεῖν, ξένοις 51.235 ἀνεῳγμένην· ἵνα μὴ πόλεμος ᾖ καὶ μάχη, τοῦ ἀνδρὸς προϊεμένου τὰ ὄντα, καὶ τὸν πατέρα μιμουμένου, καὶ τοὺς ξένους ὑποδεχομένου· ταύτης δὲ σμικρολογουμένης τε καὶ μὴ ἀνεχούσης, καὶ κωλυούσης, ὃ πολλάκις ἐν πολλαῖς οἰκίαις εἴωθε γίνεσθαι· ἐντεῦθεν ἤδη βούλομαι μαθεῖν εἰ φιλόξενός ἐστι· καὶ γὰρ ἐντεῦθεν ἡμῖν ἅπαντα γέγονε τὰ ἀγαθά. Οὕτω τὸν νυμφίον ἐκτήσατο ὁ δεσπότης ὁ ἐμός· οὕτω πατὴρ ἐγένετο, μόσχον ἔθυσε, καὶ παιδίον ἔλαβεν, ἄλευρα ἔφυρε, καὶ κατὰ τὸ πλῆθος τῶν ἄστρων τοὺς ἐκγόνους αὐτῷ ὑπέσχετο δώσειν ὁ Θεός. Ἐπεὶ οὖν ἐντεῦθεν ἡμῖν καὶ τῇ οἰκίᾳ ἅπαντα γέγονε τὰ ἀγαθὰ, τοῦτο πρὸ τῶν ἄλλων ἐπιζητῶ. Μὴ γὰρ τοῦτο ἴδωμεν, ὅτι ὕδωρ ἐπεζήτησεν, ἀλλ' ἐκεῖνο σκοπήσωμεν, ὅτι σφόδρα φιλοξένου ψυχῆς, μὴ μόνον δοῦναι τὸ αἰτηθὲν, ἀλλὰ καὶ πλέον ὧν ᾔτησε παρασχεῖν. Καὶ ἐγένετο, φησὶ, πρὸ τοῦ συντελέσαι αὐτὸν λαλοῦντα, ἰδοὺ Ῥεβέκκα ἐξεπορεύετο, καὶ τὸ προφητικὸν ἐκεῖνο ἐπληροῦτο· Ἔτι λαλοῦντός σου ἐρῶ, Ἰδοὺ πάρειμι. Τοιαῦται τῶν γενναίων ἀνδρῶν αἱ εὐχαί· πρὸ τοῦ τέλους πείθουσι τὸν Θεὸν ἐπινεῦσαι τοῖς λεγομένοις. Καὶ σὺ τοίνυν, ἐπειδὰν μέλλῃς γυναῖκα ἄγεσθαι, μὴ πρὸς ἀνθρώπους καταφύγης, μηδὲ πρὸς γυναῖκας ἐμπορευομένας τὰς ἀλλοτρίας συμφορὰς, καὶ ζητούσας ἓν μόνον, ὅπως αὐταὶ μισθὸν λάβωσιν· ἀλλὰ κατάφυγε ἐπὶ τὸν Θεόν. Οὐκ ἐπαισχύνεταί σου γενέσθαι νυμφαγωγός. Αὐτὸς ὑπέσχετο καὶ εἶπε· Ζητεῖτε τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Καὶ μὴ λέγε, Πῶς δύναμαι τὸν Θεὸν ἰδεῖν; μὴ γὰρ ἀφεῖναί μοι