τὴν θλῖψιν καὶ ἀγῶνα καὶ δρόμον ἄπαυστον ἔχωμεν, ὁσημέραι ἐπὶ τὰ ἔμπροσθεν ἐπεκτεινόμενοι πάντοτε καὶ τῶν ὄπισθεν ἐπιλανθανόμενοι, πεινῶντες ἀεὶ καὶ διψῶντες τὴν δικαιοσύνην, συντετριμμένην ἔχοντες τὴν καρδίαν, ἅτε δὴ μηδέπω φθάσαντες εἰς ἣν ἐκλήθημεν κλῆσιν μηδὲ κατειληφότες τὸ τέλειον τοῦ χριστιανισμοῦ μέτρον μηδὲ φθάσαντες ἀκμὴν εἰς τὴν τελείαν τοῦ Χριστοῦ ἀγάπην· οἱ γὰρ ὄντως ἐπιθυμοῦντες τυχεῖν τοῦ προκειμένου καὶ προδηλωθέντος ἀκροτάτου σκοποῦ τέτρωνται ἀεὶ τῷ πόθῳ εἰς ἐκείνην τὴν τῆς ἀνεκλαλήτου τελειότητος κλῆσιν, ἐν μηδενὶ τῶν ἐν τοῖς ἐλάττοσι καλῶν, δικαιοσύνης νηστειῶν ἢ ἀγρυπνιῶν ἢ ἐλεημοσυνῶν ἢ χαρισμάτων τοῦ πνεύματος μετοχῇ, πληροφορούμενοι καὶ ἐναπομένοντες ἕως ἐσχάτης ἀναπνοῆς· ἀλλ' ἐν πᾶσιν ἀγαθοῖς καὶ καλοῖς καὶ πάσαις ἀρεταῖς ὁλοτελῶς ἑαυτοὺς ἀποδιδόντες καὶ οὕτως ἐνδεεῖς διαμένοντες ἕνεκεν ἀρετῆς οὐδέποτε δόξουσι πληροῦν νόμον σοφίας· ἀλλὰ καίπερ ὄντες παρὰ θεοῦ τίμιοι ἑαυτοὺς ἀναξίους ἡγοῦνται, καὶ ὄντες ἐν πνευματικῇ προκοπῇ παρ' ἑαυτοῖς ὡς ἀρχόμενοι τυγχάνουσιν, καὶ ὄντες μεγάλοι ἑαυτοὺς ἐξουθενοῦσι καὶ ὡς μηδὲν ὄντας κρίνουσι· καὶ οὕτως καθ' ὅσον ἐπίστευσαν καὶ καθ' ὅσον ἠγάπησαν τὰς ἀμοιβὰς τῶν εὐαγγελιῶν τῆς βασιλείας ἀπολήψονται. αἱ τοιαῦται ψυχαὶ εὐαρεστῆσαι τῷ θεῷ δυνήσονται καὶ τῆς βασιλείας κληρονόμοι γενέσθαι, αἱ συντετριμμένην ἔχουσαι τὴν καρδίαν καὶ πτωχαὶ τῷ πνεύματι, πεινῶσαι δ' ἀεὶ καὶ 256 διψῶσαι τὴν δικαιοσύνην τῶν τελείων ἐφιέμεναι τιμῶν διὰ τὴν ἄκραν αὐτῶν πρὸς θεὸν ἀγάπην ἄκροις δώροις ἀμειφθήσονται. Καὶ περὶ μὲν τῆς ἐλπίδος τοῦ σκοποῦ, οἷον ὀφείλουσιν ἔχειν μάλιστα οἱ τὸν μονήρη βίον ἐπανῃρημένοι καὶ παρθενίαν ἀσπασάμενοι, αὐτάρκως εἴρηται· περὶ δὲ τῆς συναγωγῆς καὶ τῆς ἱερᾶς συγκροτήσεως τῶν μοναστηρίων τῆς ἀδελφότητος πῶς τε ὀφείλουσι συνδιάγειν καὶ συνδιατελεῖν ἀλλήλοις, δι' ὁποίων τε πόνων καὶ ἱδρώτων καὶ ἐπιτηδεύσεως τοῦ προειρημένου τῆς εὐσεβείας σκοποῦ ἐπιτυχεῖν οἱ φιλαλήθεις δύνανται ἀναγκαῖον διαλαλῆσαι, ὅπως καὶ τὴν ἀπάγουσαν ὁδὸν εἰς τὴν οὐράνιον πόλιν προθύμως οἱ σπουδαῖοι καὶ ἑδραῖοι ταύτης ἐπιβάντες οὕτως τρέχωσιν ἕως οὗ καταλάβωσι. πρῶτον πάντων ὁ τῷ σκοπῷ τῆς εὐσεβείας τρέχων καὶ τοῖς ἴχνεσι τοῦ κυρίου βαίνειν ἐπιθυμῶν ἀναχωρήσας τε τοῦ βίου καὶ τῶν σαρκικῶν ἡδονῶν καὶ ἑαυτὸν τῇ ἀδελφότητι ἔκδοτον δεδωκώς, ἀρνησάμενος κατὰ τὸ εὐαγγέλιον πατέρα μητέρα, τέκνα καὶ γυναῖκα, ἀδελφοὺς καὶ ἀδελφάς, συγγένειαν πλοῦτον δόξαν εὐγένειαν, καὶ ἐν τῷ μοναστηρίῳ ἐλθὼν ὡς ἐπὶ μέστωμα πάντων τῶν καλῶν [τοῦτο προσθῆ· ἔτι], ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχὴν ἀρνήσεται. τί δέ ἐστιν ἡ ἄρνησις τῆς 257 ἑαυτοῦ ψυχῆς ἢ τὸ ἔκδοτον ἑαυτὸν ὁλοτελῶς τῇ ἀδελφότητι δοῦναι καὶ τὰ ἴδια θελήματα μὴ ἐπιτελεῖν ὅλως, ἀλλὰ τῷ λόγῳ τοῦ θεοῦ ἐκκρεμάσαντα ἑαυτὸν πάντοτε ἐκεῖθεν ταῖς ἁγίαις καὶ καθαραῖς τῶν ἐντολῶν ἐννοίαις τὴν ψυχὴν κατακοσμεῖσθαι καὶ ταύτας σωτηριώδεις καὶ ἡδείας ἡγεῖσθαι· μὴ ἔχειν δέ τι ὅλως ἐν ἰδίᾳ ἐξουσίᾳ ἐκτὸς οὗ φορεῖ ἐνδύματος, ἵνα πάντοθεν ἀμέριμνος εἶναι δύνηται, τὰ ἐπιτασσόμενα αὐτῷ μόνον μετὰ χαρᾶς ἐπιτελῶν· καὶ ὡς ἠγορασμένος δοῦλος εὐγνώμων πάντας τοὺς ἀδελφούς, μάλιστα δὲ τοὺς προεστῶτας, κατὰ πάντα ὡς κυρίους καὶ δεσπότας διὰ τὸν Χριστὸν ἡγείσθω, καθὼς αὐτὸς ὁ κύριος εἶπεν· Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος καὶ μέγας, ἔστω πάντων ἐσχατώτερος καὶ πάντων διάκονος καὶ πάντων δοῦλος, μὴ δόξαν ἢ τιμὴν ἢ ἔπαινον, ὅσον τὸ ἐπ' αὐτῷ, τῆς διακονίας ἢ τῆς πολιτείας παρ' αὐτῶν τῶν ἀδελφῶν θηρεύων κατὰ τὸ εἰρημένον· ∆ιακονῶν μετὰ πάσης εὐνοίας, μὴ ἐν ὀφθαλμοδουλείᾳ ὡς ἀνθρωπάρεσκος, ἀλλ' ὡς δοῦλος Χριστοῦ τῷ κυρίω ἐκδεδωκὼς ἑαυτὸν τῇ στενῇ ὁδῷ καὶ τεθλιμμένῃ ὁδευέτω, ὡς τῆς βασιλείας ἐραστὴς ὤν, καὶ τὸν ἐλαφρὸν τοῦ κυρίου καὶ χρηστὸν ζυγὸν προθύμως