συμφωνίαν ἐπαινοῦσαι "πάντα ἦν αὐτοῖς κοινὰ" ἔφασαν, καὶ ἐπ' ἀνθρώπων τῶν συμφωνεῖν δυναμένων κοινὰ εἶναι πάντα νομίζειν ὀφείλει, πόσῳ μᾶλλον ἔδει τὸν πατέρα καὶ τὸν υἱὸν κοινωνίας μετέχειν, εἰς δύο ὑποστάσεις διῃρημένους; νυνὶ δὲ ἐν μὲν τῷ λέγειν "πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν" πλεονεκτῶν ὁ υἱὸς τὸν πατέρα φαίνεται· ἐν δὲ τῷ φάσκειν μηδὲ τοῦ ἑαυτοῦ λόγου κύριον εἶναι, ἀλλὰ καὶ τούτου τὸν πατέρα ("ὁ" γὰρ "λόγος ὃν ἀκούετε" φησὶν "οὐκ ἔστιν ἐμὸς ἀλλὰ τοῦ πέμψαντός με πατρός"), ἀφαιρεῖσθαι τὸν πατέρα τὰ ἴδια τοῦ παιδὸς δείκνυσιν. ἑκάτερα δὲ κατὰ τὴν Ἀστερίου οἴησιν οὐκ ἀκολούθως εἰρημένα φαίνεται. ἔδει γὰρ τὸν συμφωνοῦντα μὴ τὰ τῷ ἑτέρῳ προσόντα παρασπᾶσθαι δίκαια, πλεονεκτικὸν γὰρ τοῦτό γε, ἀλλὰ τὰ ἑκατέρῳ προσόντα κοινὰ εἶναι νομίζειν. ὥστε ὅταν μὲν εἰς τὴν ἀνθρωπίνην ἀποβλέπωμεν σάρκα, οὐχ ὥσπερ Ἀστέριος γέγραφεν, οὕτως εὑρήσομεν εἰρηκότα τὸν σωτῆρα "ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν", οὐ γὰρ διὰ τὴν ἐν ἅπασιν λόγοις τε καὶ ἔργοις ἀκριβῆ συμφωνίαν, ὡς αὐτὸς γέγραφεν, ὁ σωτὴρ εἴρηκεν "ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν". εἰ γὰρ τοῦτ' ἦν, πάντως ἂν ἔφη· ἐγὼ καὶ ὁ πατὴρ ἐν ἅπασιν πρὸς ἀλλήλους συμφωνοῦμεν. νυνὶ δὲ "ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν" ἔφη. οὐκοῦν εἰ ἐν ἐκείνοις ἀσυμφωνία τις ἦν, ἀνάγκη δὲ τὸν δεσπότην ἀληθεύειν, τὸν σωτῆρα ἀκριβῶς εἰδέναι προσήκει, ὅτι ἡνίκα ἂν "ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν" λέγῃ, τηνικαῦτα οὐκ εἰς τὸν ἄνθρωπον ὃν ἀνείληφεν ἀποβλέπων τοῦτό φησιν, ἀλλ' εἰς τὸν ἐκ τοῦ πατρὸς προελθόντα λόγον. εἰ γάρ τις ἀσυμφωνία εἶναι δοκοίη, αὕτη ἀναφέρεσθαι εἰς τὴν τῆς σαρκὸς ἀσθένειαν ὀφείλει, ἣν μὴ πρότερον ἔχων ἀνείληφεν ὁ λόγος. εἰ δὲ ἑνότης λέγοιτο, αὕτη τῷ λόγῳ διαφέρουσα φαίνεται. ὅθεν οὐ μόνον τὸ "ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν" εἰκότως ἔφη, ἀλλὰ κἀκεῖνο· "τοσούτῳ χρόνῳ μεθ' ὑμῶν εἰμι, Φίλιππε, καὶ λέγεις· δεῖξόν μοι τὸν πατέρα", δῆλον ὅτι οὐ τούτοις τοῖς ὀφθαλμοῖς, ἀλλὰ τοῖς νοητοῖς τὰ νοητὰ ὁρᾶν δυναμένοις. ἀόρατος γὰρ τοῖς τῆς σαρκὸς ὄμμασιν ὅ τε πατὴρ ὑπάρχει καὶ ὁ τούτου λόγος. οὐ διὰ τὴν ἐν ἅπασιν οὖν συμφωνίαν τοῦτ' ἔφη πρὸς Φίλιππον. 75 αὐτὸς γὰρ ὁμολογεῖ λέγων "ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν τῷ πατρί"· ὅτι δὲ τοῦτο οὐχ ἁπλῶς οὐδὲ ἀσκόπως εἴρηκεν, δῆλον καὶ ἀφ' ἑτέρας ἀποστολικῆς ῥήσεως· "εἷς" γὰρ ὁ εἰπὼν "κύριος, μία πίστις, ἓν βάπτισμα" "εἷς θεὸς" ἔφη "καὶ πατήρ, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν". ὁρᾷς ὅτι οὐδ' ἐνταῦθα ἀφίσταται τῆς συμφωνίας, ἀλλὰ καὶ ἐνταῦθα τὸ αὐτὸ πέπονθεν. "εἷς" γὰρ εἰπὼν "κύριος" αὖθις "εἷς θεὸς" ἔφη, ἵνα ἡνίκα ἂν τοῦ ἑνὸς κυρίου μνημονεύῃ περιλαμβάνῃ καὶ τὸν πατέρα, ἡνίκα δ' ἂν περὶ τοῦ πατρὸς λέγῃ μὴ ἐκτὸς εἶναι τὸν λόγον τοῦ θεοῦ μαρτυρῇ. 76 εἰ δὲ καὶ βούλει καὶ ἑτέρας ἀκοῦσαι τοῦ αὐτοῦ προφητείας ἕνα ἡμῖν θεὸν βεβαιούσης, "ἐγὼ θεὸς" φησὶν "πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι"· τὸ γὰρ ἐγὼ ἑνὸς προσώπου δεικτικόν ἐστιν, αἱ γὰρ δύο ῥήσεις ἓν ἡμῖν πρόσωπον σημαίνουσιν. "ἐγὼ" γὰρ εἰπὼν ἐπάγει καὶ τὸ "εἰμί", ὥστε διὰ τῶν δύο τοῦ λόγου μερῶν, ἀντωνυμίας τε καὶ ῥήματος, τὴν τῆς θεότητος μαρτυρεῖσθαι μονάδα. εἰ δὲ δέοιτο καὶ ἑτέρας μαρτυρίας, αὖθις τὸν αὐτὸν αὐτῷ παρέξομαι προφήτην λέγοντα "ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἔστιν θεός". εἰ ὑποστάσει διῃρημένον τὸν υἱὸν τοῦ πατρὸς ὡς υἱὸν ἀνθρώπου Ἀστέριος εἶναι οἴεται, ἀπὸ τῆς ἀνθρωπίνης σαρκὸς ἣν δι' ἡμᾶς ἀνέλαβεν σκανδαλιζόμενος, δεικνύτω ἡμῖν τὸν ταῦτα λέγοντα· ἑνὸς γάρ ἐστιν κἀνταῦθα προσώπου ἡ λεγομένη ῥῆσις. τίς οὖν ἔστιν ὁ λέγων "οὐκ ἔστιν πλὴν ἐμοῦ θεός"; ἀκουέτω δὲ καὶ ἑτέρας προφητείας λεγούσης "οὐκ ἔστιν πλὴν ἐμοῦ δίκαιος καὶ σωτήρ". εἰ δύο θεοὺς εἶναι νομίζοι, ἀνάγκη αὐτὸν τὸν ἕτερον μὴ δίκαιον ὁμολογεῖν εἶναι μηδὲ σωτῆρα. εἰ δὲ οὐ δίκαιος οὐδὲ σωτήρ, πῶς ἔτι θεὸς εἶναι δύναται; ἕνα γὰρ ἀποφαίνεται δίκαιον καὶ σωτῆρα εἶναι. καὶ αὖθις "ἔμπροσθέν μου" φησὶν "οὐκ ἐγένετο ἄλλος, καὶ μετ' ἐμὲ οὐκ ἔσται, ἐγὼ θεός, καὶ οὐκ ἔσται παρὲξ ἐμοῦ σῴζων". εἰ δὲ βούλεται καὶ ἑτέρου προφητικοῦ ἀκοῦσαι ῥητοῦ, τάχα που πρὸς αὐτὸν καὶ τοὺς ὁμοίως περὶ θεότητος