1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

9

καὶ αἱ χολαὶ ἀμφότεραι. ὁποῖον γὰρ ἂν τούτων ἐκλείπῃ, τέλος ἐπάγει τῇ ζωῇ. ἔτι δὲ καὶ τὸ ἧπαρ καὶ ὁ ἐγκέφαλος καὶ ἡ καρδία καὶ ὁ στόμαχος καὶ οἱ νεφροὶ καὶ τὰ ἔντερα καὶ ἄλλα πολλά. τίνος γὰρ τούτων ἐξαιρεθέντος οὐ τεθνήξεται τὸ ζῷον; ἄλλως τε πολλά ἐστιν ἄναιμα μὲν ἔμψυχα δέ, ὡς τὰ σελάχη καὶ μαλάκια, οἷον σηπίαι καὶ τευθίδες καὶ σμύλοι καὶ πάντα τὰ ὀστρα κόδερμα καὶ ἁπαλόστρακα, ὡς οἱ κάραβοι καὶ καρκίνοι καὶ ἀστακοί. εἰ τοίνυν ἐστὶν ἔμψυχα μὲν ἄναιμα δέ, δῆλον ὡς οὐκ ἔστιν αἷμα ἡ ψυχή. πρὸς δὲ τοὺς λέγοντας ὕδωρ εἶναι τὴν ψυχὴν ὅτι τὸ ὕδωρ ζωογονοῦν φαίνεται πάντα, καὶ χωρὶς ὕδατος βιοτεύειν ἀδύνατον, πολλὰ τὰ ἀντιπίπτοντα. οὐδὲ γὰρ χωρὶς τροφῆς ζῆν οἷόν τε· ψυχὴν ἄρα καὶ τὰς τροφὰς πάσας καθ' ἑκάστην ῥητέον κατ' αὐτούς. ἔπειτα πολλὰ τῶν ζῴων ἐστὶ μὴ πίνοντα, ὡς ἐπί τινων ἀετῶν ἱστόρηται. καὶ πέρδιξ δὲ δύναται ζῆν χωρὶς τοῦ πίνειν. διατί δὲ μᾶλλον τὸ ὕδωρ ψυχή, καὶ μὴ ὁ ἀήρ; ὕδατος μὲν γὰρ καὶ ἐπιπολὺ δυνατὸν ἀποσχέσθαι· τοῦ δὲ ἀναπνεῖν τὸν ἀέρα οὐδὲ τὸ βραχύτατον· ἀλλ' οὐδὲ ὁ ἀὴρ ψυχή. πολλὰ γάρ ἐστι ζῶντα μὲν μὴ ἀναπνέοντα δὲ τὸν ἀέρα, ὡς τὰ ἔντομα πάντα, οἷον μέλιτται καὶ σφῆκες καὶ μύρμηκες, καὶ τὰ ἄναιμα, καὶ τῶν θαλασσίων τὰ πολλά, καὶ πάντα ὅσα οὐκ ἔχει πνεύμονα. οὐδὲν γὰρ μὴ ἔχον πνεύμονα ἀναπνεῖ τὸν ἀέρα· καὶ ἀντιστρέφει, οὐδὲν μὴ ἀναπνέον τὸν ἀέρα πνεύμονα ἔχει. ἐπειδὴ δὲ καὶ Κλεάνθους τοῦ Στωϊκοῦ καὶ Χρυσίππου φέρονται λόγοι τινὲς οὐκ εὐκαταφρόνητοι, ἐκθετέον καὶ τούτων τὰς λύσεις ὡς ἐπέλυσαν οἱ ἀπὸ Πλάτωνος. ὁ Κλεάνθης τοιόνδε πλέκει συλλογισμόν. οὐ μόνον, φησὶν, ὅμοιοι τοῖς γονεῦσιν γινόμεθα κατὰ τὸ σῶμα, ἀλλὰ καὶ κατὰ τὴν ψυχήν, τοῖς πάθεσι, τοῖς ἤθεσι, ταῖς διαθέσεσι· σώματος δὲ τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον οὐχὶ δὲ ἀσωμάτου· σῶμα ἄρα ἡ ψυχή. ἀλλὰ πρῶτον μὲν ἐκ τῶν ἐπὶ μέρους τὰ καθόλου οὐ συγκατασκευάζεται. πρὸς τούτῳ δὲ καὶ τὸ οὐχὶ δὲ ἀσωμάτου ψεῦδός ἐστιν. λέγομεν γὰρ ἀριθμοὺς ὁμοίους εἶναι ὧν αἱ πλευραὶ ἀνάλογοί εἰσιν, ὡς τὸν ἓξ καὶ τὸν εἰκοσιτέσσαρα. πλευρὰ γὰρ τοῦ ἓξ ὁ δύο καὶ ὁ τρία· τοῦ δὲ εἰκοσιτέσσαρα ὁ τέσσαρα καὶ ὁ ἕξ. ἀναλογίαν δὲ ἔχει τὰ μὲν δύο πρὸς τὰ τέσσαρα, τὰ δὲ τρία πρὸς τὰ ἕξ. ἐν διπλασίονι γὰρ λόγῳ θεωρεῖται. τὰ γὰρ τέσσαρα τῶν δύο διπλασίονα καὶ τὰ ἓξ τῶν τριῶν· ἀσώματοι δὲ οἱ ἀριθμοί. καὶ σχήματα δὲ σχήμασιν ὅμοιά ἐστιν ὅσα τάς τε γωνίας ἴσας ἔχει καὶ τὰς περὶ τὰς ἴσας γωνίας πλευρὰς ἀνάλογον· τὸ δὲ σχῆμα καὶ αὐτοὶ ἀσώματον ὁμολογοῦσιν εἶναι. ἔτι ὡς τοῦ ποσοῦ ἴδιόν ἐστι τὸ ἴσον καὶ ἄνισον, οὕτω καὶ τοῦ ποιοῦ τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον· ἀσώματον δὲ ἡ ποιότης. ἔστιν ἄρα καὶ ἀσώματον ἀσωμάτῳ ὅμοιον. ἔτι φησίν· οὐδὲν ἀσώματον συμπάσχει σώματι, οὐδὲ ἀσωμάτῳ σῶμα· συμπάσχει δὲ ἡ ψυχὴ τῷ σώματι νοσοῦντι καὶ τεμνομένῳ καὶ τὸ σῶμα τῇ ψυχῇ· αἰσχυνομένης γοῦν ἐρυθρὸν γίνεται καὶ φοβουμένης ὠχρόν· σῶμα ἄρα ἡ ψυχή. ἔστι δὲ τὸ ἕτερον τῶν λημμάτων ψεῦδος, κατὰ πρόσληψιν ἐγκείμενον, τὸ λέγον οὐδὲν ἀσώματον σώματι συμπάσχει. τί γάρ, εἰ μόνῃ τῇ ψυχῇ τοῦτο πρόσεστιν; ὥσπερ τις εἰ λέγοι οὐδὲν ζῷον τὴν ἄνω γένυν κινεῖ· ὁ δὲ κροκόδειλος τὴν ἄνω γένυν κινεῖ· οὐ ζῷον ἄρα ὁ κροκόδειλος. ψευδὴς γάρ ἐστιν ἡ πρότασις καὶ ἐνταῦθα κατὰ πρόσληψιν ἡ λέγουσα οὐδὲν ζῷον τὴν ἄνω γένυν κινεῖ. ἰδοὺ γὰρ ὁ κροκόδειλος καὶ ζῷον καὶ τὴν ἄνω γένυν κινεῖ. τὸν αὐτὸν δὲ τρόπον καὶ ὅταν λέγῃ μηδὲν ἀσώματον σώματι συμπάσχειν. προσλαμβάνει γὰρ τὸ ζητούμενον τῇ ἀποφάσει. εἰ δέ τις ὑπόθοιτο ἀληθὲς εἶναι τὸ μηδὲν ἀσώματον σώματι συμπάσχειν· ἀλλὰ τὸ ἐπαγόμενον οὐκ ἔστιν ὁμολογούμενον, ὅτι συμπάσχει ἡ ψυχὴ νοσοῦντι καὶ τεμνομένῳ τῷ σώματι. ἀμφιβάλλεται γὰρ εἴτε τὸ σῶμα μόνον ἐστὶ τὸ ἀλγοῦν, λαβὸν παρὰ τῆς ψυχῆς τὴν αἴσθησιν, αὐτὴ δὲ μένει ἀπαθής, εἴτε καὶ συναλγεῖ τῷ σώματι· καὶ κρατεῖ μᾶλλον παρὰ τοῖς ἐνδοξοτέροις τὸ πρότερον· οὐ δεῖ δὲ ἐκ τῶν ἀμφιβαλλομένων συνάγειν τοὺς συλλογισμοὺς ἀλλ' ἐκ τῶν ὁμολογουμένων. ἐκ περιουσίας δὲ δείκνυται καί τινα ἀσώματα συμπάσχοντα τοῖς σώμασιν· αἱ ποιότητες γοῦν ἀσώματοι οὖσαι πασχόντων τῶν σωμάτων καὶ αὐταὶ συμπάσχουσιν, ἔν τε τῇ