10
ἀνακάμψωσιν εἰς τὴν μάνδραν τοῦ Χριστοῦ. Καὶ γὰρ ἔστιν ἰδεῖν τοὺς λεγομένους Ἐγκρατίτας μεριζομένους καὶ χωριζομένους ἀπ' ἀλλήλων 11 νοοῦντας τὸ εὐαγγελι κὸν τοὺς 6-7 ὅτι πᾶσα οἰκία ἐφ' ἑαυτὴν μερισθεῖσα οὐ στήσεται. 11 οἱ τοσαῦτα διασπώμενοι τῆς ἐκκλησίας 11 ἐγκατάλειμμα ἀγάπης ἐν ἡμῖν, ὅπου ἔλεγε· Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ θεός, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών. Σιὼν δὲ αὐτὸ τὸ ὄρος ἐστίν, ἐν ᾧ ἡ πόλις ᾠκοδόμητο· εὐλογήσει γάρ σε κύριος ἐκ Σιών, καὶ ἴδοις τὰ ἀγαθὰ Ἱερουσαλήμ. Πλὴν ἀλλ' εἰ καὶ Μωϋσῆς πολλάκις τὰ αὐτὰ ἔγραψεν ἀλλαχοῦ μὴ ἀνενεγκεῖν θυσίαν, ἀλλ' Ἱεροβοὰμ ὁ υἱὸς Ναβάτ, ὁ ἀγενής, ὁ μὴ φοβούμενος τὸν θεόν, ὁ τοῦ νόμου καὶ τῶν προφητῶν ἐπιλα θόμενος, ἀποσχίζει τὸν λαὸν ἀπὸ Ἱερουσαλὴμ καὶ ἀποστασίαν διδάξας ἐνομοθέτησεν ἐν αὐτοῖς μὴ ἀναβαίνειν εἰς Ἱερουσαλὴμ μηδὲ ἐκεῖ ἀναφέρειν τὰς λατρείας ἃς προσέταξεν ὁ νόμος, μηδὲ ἐπακούειν τῶν γραφῶν, μηδὲ ὅλως βλέπειν τὸν οἶκον τοῦ θεοῦ, λογιζόμενος τοῦτο, ὅτι ἐὰν ὁ λαὸς ἔρχηται εἰς Ἱερουσαλὴμ καὶ ἐπακούῃ τῶν ἐντολῶν τοῦ θεοῦ, προστεθήσεται τῷ οἴκῳ τοῦ θεοῦ καὶ τιμήσει τὸν ἔννομον βασιλέα καὶ αὐτὸν καταλείψει. Τί οὖν ποιεῖ διὰ τὴν φιλαρχίαν καὶ κενὴν ἀπάτην; Ἵνα δόξῃ ἄρχειν τοῦ λαοῦ, δύο δαμάλεις ἵστησι χρυσᾶς τοῖς ὄρεσι λέγων· Οὗτοι οἱ θεοί σου, Ἰσραήλ, οἱ ἐξαγαγόντες σε ἐκ γῆς Αἰγύπτου· τούτοις προσκύνει, μὴ ἀνέρχου εἰς Ἱερουσαλήμ. Καὶ νομοθετήσας ταῦτα τῷ λαῷ ἀπέστησεν αὐτοὺς ἀπὸ τοῦ θεοῦ καὶ τῆς Ἱερουσαλήμ. Βλέπεις τί ποιεῖ κενοδοξία, τί ἐργάζεται ἀλαζονεία καὶ ὑπερηφανία; Ἐπήρθη κατὰ τοῦ ἐννόμου βασιλέως, ἠναγκάσθη λοιπὸν ὑπὸ τοῦ πάθους τῆς φιλαυτίας καὶ εἰς αὐτὸν τὸν θεὸν ἀσεβῆσαι. Καὶ τί πρὸς ταῦτα; Σαμαρείτην ἑαυτὸν καὶ τὸν λαὸν ὀνομάζει· Σαμαρείτης δὲ τῇ Ἑβραίων φωνῇ ἐστι φύλαξ τοῦ νόμου. Ἆρα ἀκολούθως Σαμαρείτου ὄνομα ἑαυτῷ ἐπέθηκεν ἢ ἐψεύσατο; Εἰ ἦς φύλαξ τοῦ νόμου, ἐφύλασσες ἂν τὸν νόμον, ἀνήρχου εἰς τὸν ναὸν τοῦ θεοῦ, ἐκεῖ τὰς ἀπαρχὰς καὶ τὰς δεκάτας καὶ πάσας τὰς εὐχὰς ἀνέφερες, ὡς ὁ θεὸς διὰ Μωϋσέως ἐνετείλατο, καὶ ἦς ἀληθῶς φύλαξ τοῦ νόμου. Ἀλλὰ τοὐναντίον ἀπὸ τοῦ θεοῦ ἀπέστησας τὸν λαὸν αὐτοῦ, εἴδωλα ἀνέστησας, καὶ φύλακα σεαυτὸν λέγεις τοῦ νόμου. Πάντως φύλακές εἰσι τοῦ νόμου οἱ τῇ Ἱερουσαλὴμ παραμένοντες καὶ τὰς ἐντολὰς τοῦ νόμου καὶ τῶν προφητῶν φυλάσσοντες. Ἀλλ' οὐκ ἠρκέσθη μόνον τὸ ψευδὲς ὄνομα ἑαυτῷ περιθεῖναι, ἀλλὰ καὶ ἀκάθαρτον λέγει τὸν λαὸν τοῦ θεοῦ τὸν παραμένοντα τῇ [τε] Ἱερουσαλὴμ καὶ τοῦτον βδελύσσεται κατὰ κράτος ἐβδελυγμένος ὢν καὶ ἀκάθαρτος. Οὐδὲ γάρ τινος ἅπτεται ὧν ὁ λαὸς τοῦ θεοῦ, οὔτε σκεύει τινὶ κέχρηται ᾧ τὸ πρὶν ἐχρήσατο ὁ λαὸς τοῦ θεοῦ. Τί δὲ λέγω, εἰ τοὺς Ἰουδαίους ἐβδελύξατο; Ἀλλὰ καὶ πάντα χριστιανὸν μέχρι καὶ τήμερον ἀποστρέφονται καὶ οὔτε ποτήριον οὔτε πινάκιον ἴδιον αὐτῶν κιχρῶσιν, ἀλλὰ λέγουσι καὶ τὰ σκεύη αὐτῶν μιαίνεσθαι ὑπὸ τῶν ἀνθρώπων. Καὶ ἵνα γνῷ ἕκαστος ἡμῶν εἰς πόσον ἐξέπεσαν, αὐτῷ τῷ Χριστῷ ἡ Σαμαρεῖτις γυνὴ εἶπε πρῶτον περὶ τῆς Ἱερουσαλὴμ ἀπομαχομένη· Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν· καὶ πῶς ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύ μοις ἐστὶν ὁ τόπος ὅπου δεῖ προσκυνεῖν; Περὶ δὲ τοῦ ὕδατος, ὡς εἶπεν αὐτῇ· ∆ός μοι πιεῖν ἐκ τῆς ὑδρείας, λέγει αὐτῷ· Καὶ πῶς σὺ πιεῖν αἰτεῖς παρ' ἐμοῦ οὔσης γυναικὸς Σαμαρείτιδος; Ὁρᾷς ὅτι οὐκ ἠθέλησεν αὐτῷ δοῦναι, ἵνα μὴ μιάνῃ αὐτῆς τὴν ὑδρείαν, ὡς ἐκείνη ἐνόμισε· φανερά τε τὰ πράγματα. Τίς οὐκ ἐπιγινώσκει τοὺς παρ' ἡμῖν Σαμαρείτας; Τοὺς ἀποστάντας ἀπὸ τῆς Ἱερουσαλήμ, τουτέστιν ἀπὸ τῆς ἐκκλησίας τοῦ Χριστοῦ, τοὺς νομοθετήσαντας μηκέτι εὐχὴν ἢ ἀπαρχὰς προσφέρειν τῷ θεῷ ἐν τῇ Ἱερουσαλήμ, μηδὲ ἐπακούειν τῶν γραφῶν ἢ τῶν διδασκαλιῶν τῶν διδομένων ἐν ταῖς ἐκκλησίαις τοῖς ποιμέσι παρὰ τοῦ πνεύματος τοῦ ἁγίου, ἀλλ' εἶναι κεχωρισ μένους καὶ ἀλλοτρίους παντελῶς τοῦ λαοῦ τοῦ θεοῦ, ὀνόματα σεμνὰ ψευδῶς ἑαυτοῖς ἐπονομάσαντας. Ὡς γὰρ ἐκεῖνος μετὰ πᾶσαν τὴν ἀσέβειαν φύλακα τοῦ