10
λόγον τῆς οἰκονομίας σου, δεῖξον ὅπως ἤκουσας τῶν ἐντολῶν, ὅπως διετέθης πρὸς τοὺς ὁμοδούλους, ἢ χρηστῶς καὶ φιλανθρώπως ἢ τοὐναντίον ἐπαχθῶς καὶ τυραννικῶς, παίων, κονδυλίζων, ἀποστερῶν τὸ τῆς ἐλεημοσύνης σιτηρέσιον. 2.9.3 Κἂν μὲν δυνηθῇ ἵλεω καταστῆσαι τὸν δεσπότην ἀγαθὸν δοῦλον ἑαυτὸν ἀποδείξας, εὖ ἂν ἔχοι· εἰ δὲ τοὐναντίον, οὐκ ἔτι μάστιγες ἐκεῖ διὰ ῥάβδων, οὐδὲ μύλων σκοτεινὸς καὶ πέδαι σιδηραῖ, ἀλλὰ πῦρ ἄσβεστον καὶ σκότος αἰώνιον οὔποτε φωτὶ καταυγαζόμενον, καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὃν σαφῶς ἡμῖν τὸ εὐαγγέλιον προεδήλωσεν. 2.9.4 Εἰ μὲν οὖν οὐδέποτε τῶν ἐνταῦθα ὡς ἀλλοτρίων ἐκβάλλει, κατατρύφησον τοῦ κόσμου καὶ κατὰ πάσης αἰσθήσεως ἀκώλυτον ἄφες τὴν ἡδονήν. Εἰ δὲ συντελεσθήσεται ταῦτα κἂν οὐκ ἐπὶ μακρὸν αὐτῶν ἀπολαύσωμεν, φοβηθῶμεν, ἀδελφοί, τὴν ἐνθένδε μετάστασιν καὶ ζήσωμεν ἐν τῷ καίρῳ τῆς παροικίας ὡς ὁ Κύριος ἐνετείλατο· μὴ ἀπαχθῶμεν δεσμῶται μετὰ χρεῶν, ἀλλ' ὁδεύσωμεν ἐλεύθεροι καὶ εὐπαρρησίαστον τὸ συνειδὸς ἐπαγόμενοι, ἀκατάγνωστα φέροντες τὰ τῆς τοῦ βίου πολιτείας βιβλία. 2.10.1 Κακὸς ἦν οἰκονόμος τῆς ἐνθάδε ζωῆς ὁ πλούσιος ἐκεῖνος, οὗ ἡ χώρα ηὐφόρησεν, ἐπειδὴ τῇ εὐθηνίᾳ τῶν καρπῶν οὐδὲν ὁ ἄνθρωπος χρηστὸν ἐβουλεύσατο, ἀλλ' ἀνοίξας γαστρὸς ἐπιθυμίαν καὶ τοὺς πλατεῖς καὶ ἀχωρήτους τῆς πλεονεξίας κόλπους πάντα ἀπεκλήρου τῇ ἑαυτοῦ ἀπολαύσει λέγων· 2.10.2 Καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω καὶ ἐρῶ τῇ ψυχῇ μου· Ἔχεις πολλὰ ἀγαθὰ κείμενα, ἀναπαύου, φάγε, πίε, εὐφραίνου· καὶ μεταξὺ λαλοῦντος ὁ ἀπάγων ἐπέστη. Ἦλθε φοβερὸς σύνδουλος ἀνάσπαστον ἐκ τῆς οἰκονο μίας ἀπάξων· καὶ τί τὸ ὄφελος τῆς φιληδόνου βουλῆς; Καὶ ταῦτα μὲν ἐμψύχως ἐγράφη εἰς νουθεσίαν ἡμῶν· 2.10.3 Ἡ δὲ πεῖρα τοῦ βίου ποταπή; Οὐ καθ' ἑκάστην ἡμέραν ταῦτα διὰ τῶν ἔργων βοᾷ, δείκνυσα ἡμῖν τὸν ἐν μέσῃ τῇ ἡμέρᾳ ὑγιαίνοντα πρὸ τῆς ἐπιτολῆς τοῦ ἑσπέρου νεκρόν· καὶ τὸν ἐρρωμένον ἐν τῇ ἑσπέρᾳ τὴν ἀκτῖνα τὴν ἐωθινὴν οὐ καταλαμβάνοντα· καὶ ἄλλον μεταξὺ τοῦ ἐσθίειν τοῦ ζῆν ἀπολήγοντα; 2.10.4 Τίς δὲ οὕτως ἠλίθιος, ὡς μὴ συνορᾶν ὅπως καθ' ἡμέραν ἄλλος ἄλλοτε τῆς ἐνθάδε οἰκονομίας ἀποκινούμεθα; Ἀλλ' ὁ μὲν ἀγαθὸς καὶ πιστὸς οἰκέτης καὶ πεποιθὼς τῇ ἑαυτοῦ διοικήσει οὕτως ἔχει γνώμης ὡς εἶχε Παῦλος. Ἐκεῖνος γὰρ τοῦ Κυρίου μὴ κατεπείγοντος ἔσπευδε πρὸς αὐτὸν καὶ τὴν ἀνάλυσιν ἐπόθει καὶ παρῃτεῖτο ἑκὼν τὴν οἰκονομίαν, πῇ μὲν λέγων· 2.10.5 Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου, καὶ πάλιν· Ἐμοὶ δὲ καλὸν ἀνα λῦσαι καὶ σὺν Χριστῷ εἶναι. Ὁ δὲ γήινος τὸ φρόνημα καὶ τῶν βώλων ἀληθῶς συγγενὴς τοιαῦτα ὀδύρεται ἀμηχανῶν ἐπὶ τῇ μεταστάσει, οἷα οὗτος ὁ τῆς παραβολῆς ἄνθρωπος· Τί ποιήσω, ὅτι ὁ κύριος μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπ' ἐμοῦ; Σκάπτειν οὐκ ἰσχύω, ἐπαιτεῖν αἰσχύνομαι. 2.10.6 Ἀργοῦ καὶ φιληδόνου ἡ λύπη. Τὸ μὲν γὰρ ἐπὶ τῇ ἀναχωρήσει θρηνεῖν ἔλεγχός ἐστιν τοῦ προστετηκέναι τῷ χωρίῳ καὶ τὰς ἐμπαθεῖς τῆς σαρκὸς ἀπολαύσεις ὀδύρεσθαι, τὸ δὲ ἀδυνατεῖν πρὸς ἔργον ἀργοῦ βίου καὶ ἀναπεπτωκότος ἐστὶ κατηγόρημα. Εἰ γὰρ εἶχεν πρὸς φιλοπονίαν συνήθειαν, οὐκ ἂν ἐφοβεῖτο το[ῦ] σκάπτειν. 2.11.1 Εἰ δὲ ἀλληγορικῶς τὴν παραβολὴν ἐπὶ τὸ νοητὸν ἐκλάβοιμεν, μετὰ τὴν ἐνθένδε μετάστασιν οὔτε τοῦ ἐργάζεσθαι οὔτε τοῦ προσαιτεῖν καιρός. Καὶ διὰ τοῦτο μηδεὶς λεγέτω· Σκάπτειν οὐκ ἰσχύω. Κἂν γὰρ δύνηται, οὐδεὶς συγχωρεῖ. Ὁ βίος οὗτος ἔχει τῶν ἐντολῶν τὴν γεωργίαν, ὁ δὲ μέλλων τὴν ἀπόλαυσιν. Ὥστε εἰ μηδὲν εἰργάσω ἐνταῦθα, ἀπέμειναν αἱ ἄμπελοι καὶ περιττῶς φροντίζεις περὶ τῆς σκαπάνης· οὔτε δὲ προσαιτῶν ὠφελήσεις τι σαυτόν. 2.11.2 Καὶ τούτου σαφὲς ἡμῖν ὑπόδειγμα παραδέδοται τὸ τῶν μωρῶν παρθένων· αἵτινες ἀπορίᾳ καταστᾶσαι τοῦ ἐλαίου ἀναιδῶς ᾔτησαν παρὰ τῶν φρονίμων· ὤνησαν δὲ οὐδέν, ἀλλ' ἀπεστράφησαν ἄπρακτοι· δεικνύντος τοῦ λόγου, ὅτι ἀλλοτρίῳ ἐλαίῳ ἐν τῇ παρουσίᾳ τοῦ νυμφίου οὐδεὶς κέχρηται, τουτέστιν ἀλλοτρίῳ