10
ὑποσπανίζει σοι τὰ ἀΐδια δωρήματα αὐτοῦ; Ἀλλὰ καὶ τούτων μὲν ἅλις· ἐπὶ δὲ τὰ 39.636 ἑξῆς προΐωμεν. Ὁμοίως Παῦλος ἐν τῇ δευτέρᾳ πρὸς Κορινθίους γράφων· "Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς." Κατανόησον, ὡς τὸ Πνεῦμα τοῦ Θεοῦ Θεὸν εἶπεν οἰκοῦντα ἐν τῷ ναῷ τοῦ ἀνθρώπου, ὅντινα Θεοῦ ὠνόμασε ναὸν, ὡς ἀλλαχοῦ λέγει· "Τίς συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; Ἡμεῖς γὰρ ναός ἐσμεν Θεοῦ ζῶντος, καθὼς εἶπεν ὁ Θεός· Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός." Καὶ ὡς Τιμοθέῳ γράφει· "Τὴν καλὴν παραθήκην φύλαξον διὰ Πνεύματος ἁγίου, τοῦ ἐνοικοῦντος ἐν ἡμῖν." Καὶ ὡς ἐν Εὐαγγελίῳ ἔχει, καθὰ ἤδη ἐλέχθη· "Ἐν τούτῳ γὰρ γινώσκομεν, ὅτι ὁ Θεὸς ἐν ἡμῖν ἐστιν, ἐκ τοῦ Πνεύματος αὐτοῦ, οὗ ἔδωκεν ἡμῖν·" ἀμέλει ὡς ἀπὸ δύο ὑποστάσεων παρ' Ἡσαΐᾳ λέγει· "Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἔτι." Ὡς καὶ ἀπὸ τοῦ Υἱοῦ ἐν Εὐαγγελίῳ ἔφη· "Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρεῖ, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτὸν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα·" καὶ πρὸς Ἑβραίους· "Χριστὸς δὲ ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς·" καὶ ὁ Ἱεροψάλτης· "Σὺ δὲ ἐν ἁγίοις κατοικεῖς, ὁ ἔπαινος τοῦ Ἰσραήλ." Οἶμαι οἰκητήριον ἅγιον τοῦ ἀπεριγράφου Θεοῦ εἰπὼν πᾶσαν λογικὴν τῶν πιστῶν φύσιν. Ἀπεδείχθη οὖν μονονουχὶ Θεὸς τὸ ἅγιον Πνεῦμα· ἀλλὰ καὶ ἴσος, καὶ ὅμοιος τῷ Πατρὶ καὶ τῷ Υἱῷ, ἐν 39.637 τῷ ἴσως καὶ ὁμοίως ναὸν ἔχειν τὸν ἄνθρωπον· καὶ ὅτι ὁ ὢν οἶκος τοῦ Πατρὸς, ἔχει καὶ τὸν ἐν αὐτῷ ὄντα Υἱὸν, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ· ὡς αὖ πάλιν τοῦ Υἱοῦ, ἢ τοῦ Πνεύματος τῆς ἐπιφοιτήσεως καταξιωθεὶς, ἐκ παντὸς ἔχει καὶ τὸν Πατέρα. Καὶ πάλιν ἐν τῇ αὐτῇ δευτέρᾳ Ἐπιστολῇ· "Ἢ οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ τοῦ Θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν; ἠγοράσθητε γὰρ τιμῆς. ∆οξάσατε δὴ τὸν Θεὸν τὸν ἐν τοῖς σώμασιν ὑμῶν." Τὰ σώματα τῶν πιστῶν ναὸν τοῦ ἁγίου Πνεύματος εἶναι εἰπὼν, ἐνουθέτησεν δοξάζειν τὸν Θεὸν ἐν τοῖς σώμασι, δῆλον ὅτι τὸ ἅγιον Πνεῦμα. Λέγων δὲ αὐτὸ ἀπὸ τοῦ Θεοῦ, διδάσκει, ὡς κατὰ φύσιν πρόεισιν ἐξ αὐτοῦ. Ὅπερ αὖθις παριστᾷ καὶ τὸ ναὸν εἶναι αὐτοῦ τὸν ἄνθρωπον, ἴσως τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ. Ὁμοίως ἐν τῇ αὐτῇ δευτέρᾳ Ἐπιστολῇ· "Ἄχρι γὰρ τῆς σήμερον τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς ∆ιαθήκης μένει, μὴ ἀνακαλυπτόμενον ὅτι ἐν Χριστῷ καταργεῖται. Ὅταν δὲ ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία. Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος." Καὶ Κύριον τοσαυτάκις ὠνόμασεν τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἐλευθερίαν δωρούμενον, οἷς ἐπιφαίνει καὶ δόξαν ἔχον ἐν ἑαυτῷ. Ἡ δὲ πᾶσα τοῦ κεφαλαίου ἑρμηνεία ἔχει ὧδε· Τὰ τῆς Παλαιᾶς, φησὶν, ∆ιαθήκης Ἰουδαϊκὰ παρατηρήματα ἔτι μένει, μὴ ἀποσκεπασθέντα καὶ γνωσθέντα ἐνίοις, ὅτι κατήργηται ἐν Χριστῷ, τῷ εἰπόντι· "Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι·" τοῦτ' ἔστιν, ἢ παῦσαι, ἢ τὸ λεῖπον ἀναπληρῶσαι. Ὅταν δέ τις ἐπιστρέψῃ πρὸς Κύριον, καὶ μεταστῇ ἀπὸ τοῦ τύπου εἰς τὴν ἀλήθειαν, ἀπὸ τοῦ νόμου εἰς τὴν χάριν, κατὰ τὸ, "Οὐκ ἐστὲ ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν," ἀποῤῥιπτεῖ ἐκεῖνο τὸ ὥσπερ συγκαλύπτον αὐτὸν κάλυμμα· ὅμοιον ποιῶν Μωϋσῇ, περιαιροῦντι, ἡνίκα διαλέγεσθαι ἠξιοῦτο τῷ ἀοράτῳ Θεῷ, τὸ κάλυμμα τοῦ προσώπου αὐτοῦ, τοῦ ἐκ τῆς θεϊκῆς ἐπιφανείας δεδοξασμένου, καὶ ἀμαυροῦντος δίκην ἡλιακῶν ἀκτίνων τοὺς ὀφθαλμοὺς τῶν ἐνατενιζόντων αὐτῷ. Τὸν δὲ Κύριον ἐνταῦθα τὸ ἅγιον Πνεῦμα εἶναι λέγει· 39.640 παρ' οὗ τὴν ἐλευθερίαν, οἱ ναὸς ὄντες αὐτοῦ, δεχόμενοι, ἀνακεκαλυμμένῳ προσώπῳ, καὶ οὐκ ἔτι τῷ ζυγῷ τῆς δουλείας ὑποκεκυφότες, τὴν δόξαν τοῦ Κυρίου, τοῦ οἰκοῦντος ἐν ἡμῖν, κατοπτριζόμεθα, ἀπὸ δόξης τοῦ