10
ὕστερον δέ, τί διανοούμενοι οὐκ οἶδα εἰπεῖν, νοῦν αὐτόν φασι μὴ εἰληφέναι. οη. Ἀντιδικομαριαμῖται, οἱ τὴν ἁγίαν Μαρίαν τὴν ἀειπάρθενον μετὰ τὸ τὸν σωτῆρα γεγεννηκέναι τῷ Ἰωσὴφ συνῆφθαι λέγοντες. οθ. Κολλυριδιανοί, οἱ εἰς ὄνομα τῆς αὐτῆς Μαρίας ἐν ἡμέρᾳ τινὶ τοῦ ἔτους ἀποτεταγμένῃ κολλυρίδα τινὰ προσφέροντες, οἷς ἐπεθέμεθα ὄνομα τῇ πράξει αὐτῶν ἀκόλουθον, Κολλυριδιανοὺς αὐτοὺς ὀνομάσαντες. π. Μασσαλιανοί, οὕτως ὀνομαζόμενοι ἑρμηνευόμενοι συνάπτονται δὲ τούτοις καὶ τῶν ἀπὸ Ἑλλήνων ἐπιτετηδευμένων αἱρέσεων οὗτοι οἱ λεγόμενοι Εὐφημῖται καὶ Μαρτυριανοὶ καὶ Σατανιανοί. Αὕτη καὶ ἡ τοῦ ἑβδόμου τόμου ἀνακεφαλαίωσις καὶ τέλος τῶν τριῶν βιβλίων. ὁμοῦ δὲ αἱ πᾶσαι αἱρέσεις π. ἐν αὐτῷ δὲ τῷ τέλει τοῦ τρίτου βιβλίου, ἑβδόμου δὲ τόμου ἐν ὑστέρῳ ἡ πίστις τῆς καθολικῆς ἐκκλησίας καὶ ἀπολογία ὑπὲρ ἀληθείας καὶ κήρυγμα τοῦ εὐαγγελίου Χριστοῦ καὶ χαρακτὴρ τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας τῆς ἀπ' αἰῶνος οὔσης, κατὰ δὲ διαδοχὴν χρόνων φανερώτατα ἐν τῇ τοῦ Χριστοῦ ἐνσάρκῳ παρουσίᾳ ἀποκαλυφθείσης.