10
ἐπακολουθήσῃ τοῖς ἐγγαστριμύθοις ἢ ἐπαοιδοῖς ὥστε ἐκπορνεῦσαι ὀπίσω αὐτῶν»· ὁποῖα καὶ τίνα πείσεται προσθείς, ἐπέφρασε προϊών· «ἐπιστήσω τὸ πρόσωπόν μου» φάμενος «ἐπὶ τὴν ψυχὴν ἐκείνην καὶ ἀπολῶ αὐτὴν ἐκ τοῦ λαοῦ αὐτῆς». 11.14 εἰ οὖν ἀρχῆθεν νομοθετήσας ὁ θεὸς αὐστηροῖς ἀπέστειλε προγράμμασι τοὺς ταῖς τοιαύταις ἐγκαλινδουμένους ἐπαοιδαῖς ἢ μαντείαις, ἀπειλεῖ δὲ σκυθρωπὰ καὶ φρικώδη κολαστήρια κατὰ τῶν ἁλισκομένων ἐπὶ τῇ δίκῃ φοβερῶς, οὐ τὸν ἀνακείμενον ἐξ ἁπαλῶν ὀνύχων αὐτῷ τῷ θεῷ καὶ νομοφύλακα βέβαιον ἔδει περὶ τούτων ἐγκαλέσαι πρῶτον; 11.15 ἀλλ' ὁ νομομαθὴς ἐκ μειρακίου καὶ τὰς νομικὰς ἀκριβῶσαι γραμμὰς ἀκρότατα δυνηθεὶς οὐκ ἂν ἐπεζήτησε τὸ πταῖσμα, μή πῃ ἄρα διὰ τούτου τινὲς εἰς μανικὰς ἐξελκυσθῶσι μαντείας, ἀπάτῃ συληθέντες ἀθλίως; 11.16 ἀλλὰ τούτων μὲν οὐδὲν οὔτε εἶπεν οὔτε ἐζήτησεν (οὐ γὰρ ἦν ὁ Σαμουήλ, ἀλλ' ὁ τὰ τοιάδε δράματα τυρεύων ἀνέκαθεν), ἐπὶ δὲ τούτοις ἀποκρίνεται, τὸ πρόσωπον τοῦ προφήτου ὑποδύς, «ἵνα τί» λέγων «ἐπερωτᾷς με, καὶ κύριος ἀφέστηκεν ἀπὸ σοῦ καὶ γέγονεν μετὰ τοῦ πλησίον σου; καὶ πεποίηκέν σοι κύριος καθὰ ἐλάλησεν ἐν χειρί μου». 11.17 ταῦτα μὲν οὖν ὡς ἐχθρὸς ἅμα καὶ ἐκδικίαν ὑποτυπούμενος εἰσάγειν ἀναγινώσκει τὰ τῆς κατηγορίας ὑπομνήματα.
12.1 Θεωρητέον δὲ πῶς αὐτὰ τὰ συνεκτικὰ παρεὶς ἐγκλήματα πλάττεται μὲν
ὑποκρίσει δεικτικώτερα φθέγγεσθαι, μηδὲν δὲ προγνώσεως ἄξιον εἰπὼν ἐκεῖνα δευτεροῖ τετεχνασμένως, ὅσα περιὼν ὁ Σαμουὴλ ἔτι προὔλεγε συνενεχθῆναι τῷ Σαούλ, ἅπερ ὡς ἤδη γεγονότα προανεφώνει προφητεύων. 12.2 ἀλλὰ μὴν ὅ γε φήσας αὐτῷ «τί ἐπερωτᾷς με;» διαρρήδην ὁμολογεῖ ταῦτα καὶ πρότερον εἰρηκέναι· ταυτολογεῖ δὲ δή, τὰ πρῶτα διὰ τῶν ἔπειτα βεβαιῶν ἐπὶ προσχήματι γοωδῶς. 12.3 Ὠριγένης δὲ τοὐναντίον αὐτὰ τὰ πάλαι τῷ προφήτῃ προαναφωνηθέντα ῥήματα παραλαβὼν ἐπὶ λέξεως ὡς ἄρτια καὶ καινὰ προφητείας ἀποφθέγματα διορίζεται, διά τοι τοῦτο βούλεται τὸν Σαμουὴλ ἀνῆχθαι, καίτοι τῆς γραφῆς ἄντικρυς ἐλεγχούσης αὐτόν, ὥς γε συνομολογεῖ καὶ αὐτὸς ἐν μέρει τοπικῶς. 12.4 ἀλλὰ τί μετὰ ταῦτα προσετίθει πάλιν, ὁπηνίκα τῷ δυνάστῃ διελέγετο, τὸ φάσμα; «διαρρήξει κύριος τὴν βασιλείαν ἐκ χειρός σου καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ ∆αβίδ. διότι οὐκ ἤκουσας τῆς φωνῆς κυρίου καὶ οὐκ ἔπλησας θυμὸν ὀργῆς αὐτοῦ ἐν Ἀμαλήκ, διὰ τὸ ῥῆμα τοῦτο ἐποίησεν κύριος τοῦτό σοι τῇ ἡμέρᾳ ταύτῃ καὶ δώσει κύριος τὸν Ἰσραὴλ μετὰ σοῦ εἰς χεῖρας ἀλλοφύλων». 12.5 εἰ δέ τις ἀκριβῶσαι βούλοιτο τὸ σαφές, ἐπανίτω μὲν ἐπὶ τὴν τοῦ γράμματος ἱστορίαν ὀλίγῳ πρόσθεν ἀναδραμών, αὐτὸ δὲ τὸ χωρίον ἀναπτύξας, ἔνθα τὸν Ἀμαλὴκ ἡττήσας ἐσφετερίσατο τὰ κράτιστα τῶν σκύλων καὶ τὰς ἐκ τούτων ᾤετο δεῖν ἀναφέρειν ὁλοκαυτώσεις ὡς ἀπαρχάς. 12.6 ἀκριβολογίᾳ δὲ τρανοτέρᾳ ζητῶν ἐπιστημόνως εὑρήσειεν ἂν ὡς ἅπαντα τὰ ῥήματα ταῦτα κατ' ἐκεῖνο καιροῦ προεῖπεν ἐπὶ λέξεως ὁ Σαμουήλ· ἔφη γὰρ ὅτι καὶ διέρρηξεν κύριος ἐκ χειρὸς αὐτοῦ τὴν βασιλείαν, ὁπότε καὶ τὸ τοῦ 20διπλοϊδίου πτερύγιον ἐπιλαβόμενος ὁ δυνάστης20 ἐδίχασε. 12.7 προὔλεγε δ' αὐτῷ πρὸς ἐπὶ τούτοις μὲν ὡς ἤμελλεν ἡ βασιλεία δοθήσεσθαι τῷ πλησίον αὐτοῦ τῷ μᾶλλον ὑπὲρ αὐτὸν ἀγαθῷ. προὐφήτευε δὲ καὶ τίνα τρόπον ἔδει τὸν Ἰσραὴλ ἕνεκα τούτου διασχισθήσεσθαι καὶ μηκέτι ἐπιστρέψαι. ταῦτα δὲ φήσας ὁμοῦ τοῖς ἔργοις ἐβεβαίου τὰ λεκτέα· μετ' οὐ πολὺ γὰρ ἐκ θείας ἀποσταλεὶς ἐπικρίσεως ἔχρισε βασιλέα τὸν ∆αβίδ. 12.8 ἆρ' οὖν οὐδὲν ἀπήγγελλεν ξένον ὁ διὰ τῆς ἐγγαστριμύθου λεγόμενος ἀνῆχθαι, τὰ δὲ ὑπὸ τοῦ Σαμουὴλ εἰρημένα πρότερον ὡς ἴδια μὲν ἐσχημάτιζε προσωποποιῶν ἀπάτῃ, πιθανῇ δὲ τεχνοποιίᾳ ταυτολογῶν ὑπεκρίνατο δὴ προφητικῶς ὁμιλεῖν. 12.9 ἀλλ' ὥσπερ ἀγύρται <καὶ> μάντεις ἐπὶ πλουσίων ἰέναι θύρας ἐπειγόμενοι τὰ μὲν ἤδη παροδεύσαντα τοῦ βίου πράγματα πολυπευστοῦντες ἀνιχνεύουσι λεληθότως, αὐτὰ δὲ τὰ πρὸ πολλοῦ γεγονότα λέγειν αὐτοσχεδίως ὑπονοούμενοι παραχρῆμα μὲν