1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

10

ΕΦΑΛ. ΡΙΘʹ. Μακάριός ἐστιν ὁ νοῦς, ὁ κατὰ τὸν καιρὸν τῆς προσευχῆς ἄϋλος καὶ ἀκτήμων γίνεται.

ΚΕΦΑΛ. ΡΚʹ. Μακάριός ἐστιν ὁ νοῦς, ὁ κατὰ τὸν καιρὸν τῆς προσευχῆς τελείαν ἀναισθησίαν κτησάμενος.

ΚΕΦΑΛ. ΡΚΑʹ. Μακάριός ἐστι μοναχὸς, ὁ πάντων περίψημα ἑαυτὸν λογιζόμενος.

ΚΕΦΑΛ. ΡΚΒʹ. Μακάριός ἐστι μοναχὸς, ὁ πάντων τὴν σωτηρίαν, καὶ προκοπὴν, ὡς οἰκείαν κατὰ πάσης χαρᾶς ὁρῶν.

ΚΕΦΑΛ. ΡΚΓʹ. Μακάριός ἐστι μοναχὸς, ὁ πάντας ἀνθρώπους ὡς Θεὸν μετὰ Θεὸν λογιζόμενος.

ΚΕΦΑΛ. ΡΚ∆ʹ. Μοναχός ἐστιν, ὁ πάντων χωρισθεὶς, καὶ πᾶσι συνηρμοσμένος. ΚΕΦΑΛ. ΡΚΕʹ. Μοναχός ἐστιν, ὁ ἑαυτὸν μετὰ πάντων ἡγούμενος διὰ τὸ ἐν ἑκάστῳ ἑαυτὸν ἀπαραλείπτως δοκεῖν ὁρᾷν.

ΚΕΦΑΛ. ΡΚςʹ. Οὗτος προσευχὴν ἐπιτελεῖ, ὁ ἀεὶ τὴν πρωτόνοιαν ἐαυτοῦ πᾶσαν καρποφορῶν τῷ Θεῷ.

ΚΕΦΑΛ. ΡΚΖʹ. Πᾶν ψεῦδος, καὶ πάντα ὅρκον περιίστασο ὡς μοναχὸς, καὶ προσεύξασθαι ποθῶν, εἰ δὲ μήγε, εἰς μάτην σχηματίζεις τὸ ἀνοίκειον.

ΚΕΦΑΛ. ΡΚΗʹ. Εἰ πνεύματι προσεύχεσθαι βούλει, μηδὲν ἀνιμήσῃ ἀπὸ σαρκὸς καὶ οὐχ ἕξεις νέφος ἀντικοτοῦν σοι ἐν τῷ καιρῷ τῆς προσευχῆς.

ΚΕΦΑΛ. ΡΚΘʹ. Ἐμπίστευσον τῷ Θεῷ τὴν χρείαν τοῦ σώματος, καὶ δῆλος ἔσῃ καὶ τὴν τοῦ πνεύματος πιστεύων αὐτῷ. 79.1196

ΚΕΦΑΛ. ΡΛʹ. Ἐὰν ἐπιτεύξῃ τῶν ἐπαγγελιῶν, βασιλεύσεις, οὐκοῦν πρὸς ταῦτα ἀποβλέπων, ἡδέως οἴσεις τὴν παροῦσαν πενίαν.

ΚΕΦΑΛ. ΡΛΑʹ. Μὴ παραιτοῦ πενίαν καὶ θλῖψιν, τὰς ὕλας τῆς ἀβαροῦς προσευχῆς.

ΚΕΦΑΛ. ΡΛΒʹ. Ὁμηρευέτωσάν σοι αἱ σωματικαὶ ἀρεταὶ πρὸς τὰς ψυχικὰς, καὶ αἱ ψυχικαὶ πρὸς τὰς πνευματικάς. Καὶ αὗται πρὸς τὴν ἄϋλον γνῶσιν.

ΚΕΦΑΛ. ΡΛΓʹ. Σκόπει κατευχόμενος λογισμῶν, εἰ ῥᾳδίως λωφήσειεν, ὅθεν τοῦτο γέγονε, μὴ ἔγκρυμμα πάθῃς καὶ πλανηθεὶς ἀποδῷς σεαυτόν.

ΚΕΦΑΛ. ΡΛ∆ʹ. Ἔστιν ὅτε οἱ δαίμονες ὑποβάλλουσί σοι λογισμοὺς, καὶ πάλιν ἐρεθίζουσί σε δῆθεν προσεύξασθαι κατ' αὐτῶν, ἢ ἀντιλέξαι αὐτοῖς καὶ ἑκουσίως ὑποχωροῦσιν, ἵνα ἀπατηθεὶς, οἰηθῇς περὶ σεαυτοῦ, ὅτι ἤρξω νικᾷν τοὺς λογισμοὺς, καὶ φοβεῖν τοὺς δαίμονας.

ΚΕΦΑΛ. ΡΛΕʹ. Προσευχὴ κατὰ πάθους, ἢ δαίμονος παρενοχλοῦντός σοι, μέμνησο τοῦ λέγοντος· «Καταδιώξω τοὺς ἐχθρούς μου καὶ καταλήψομαι αὐτοὺς, καὶ οὐκ ἀποστραφήσομαι ἕως ἂν ἐκλείπωσιν, ἐκθλίψω αὐτοῦς, καὶ οὐ μὴ δύνωνται στῆναι, πεσοῦνται ὑπὸ τοὺς πόδας μου,» καὶ τὰ ἑξῆς. Ταῦτα δὲ εὐκαίρως λέξεις ταπεινοφροσύνῃ ἑαυτὸν ὁπλίζων κατὰ τῶν ἀντιπάλων.

ΚΕΦΑΛ. ΡΛςʹ. Μὴ νόμιζε κεκτῆσθαι ἀρετὴν, μὴ πρότερον ἕως αἵματος ὑπὲρ αὐτῆς παραταξάμενος, δεῖ γὰρ μέχρι θανάτου ἀντικαθίσασθαι πρὸς τὴν ἁμαρτίαν, ἀγωνιστικῶς, καὶ ἀνεγκλήτως κατὰ τὸν θεῖον Ἀπόστολον.

ΚΕΦΑΛ. ΡΛΖʹ. Ἐὰν ὠφελήσῃς τινὰ, βλαβήσῃ ὑφ' ἑτέρου, ἵνα ἀδικούμενος εἴκῃς, ἢ δράσῃς τι ἄτοπον, καὶ σκορπίσῃς κακῶς, ἃ καλῶς συνήγαγες. Σκοπὸς γὰρ τοῦτο τῶν πονηρῶν δαιμόνων· διὸ προσεκτέον νουνεχῶς.

ΚΕΦΑΛ. ΡΛΗʹ. Ὁρμὰς δαιμόνων ἐπαχθείσας ἐκδέχου φροντίζων πῶς ἀποστῇς τῆς δουλείας αὐτῶν.