1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

10

ἀεξομένοισιν ἀρείων, Ἀλλ' οὐκ ἀρχομένοισιν· ἐπεὶ τόσον ἐστὶ βαρεῖα, Ὅσσον νηπιάχοισι τελειοτέρη τις ἐδωδή. Ἀλλ' ἐπεὶ οὖν φθονεροῖο παλαίσμασιν ἀνδροφόνοιο, Θηλυτέροιο λόγοιο παραιφασίῃσι πιθήσας, Γεύσατο μὲν καρποῖο προώριος ἡδυβόροιο, ∆ερματίνους δὲ χιτῶνας ἐφέσσατο σάρκα βαρεῖαν Νεκροφόρος (θανάτῳ γὰρ ἁμαρτάδα Χριστὸς ἔκορσεν), Ἦλθε μὲν ἄλσεος ἐκτὸς ἐπὶ χθόνα τῆς γένος ἦεν, Καὶ ζωὴν πολύμοχθον ἐδέξατο. Τῷ δ' ἄρ' ἔθηκε Ζῆλον ἑὸν πυρόεντα φυτῷ κληῖδ' ἐριτίμῳ, 456 Μήτις Ἀδὰμ, ὁ πρόσθε, προώριος ἐντὸς ἴκηται, Πρὶν πτόρθου γλυκεροῖο φυγεῖν δαπτρεῖαν ἐδωδὴν, Καὶ ζωῆς πελάσειε φυτῷ κακός· ὡς δ' ὑπ' ἀήταις Χειμερίοις παλίνορσος ἁλίπλοος ἦλθεν ὀπίσσω, Αὖθις δ' ἠὲ πνοιῇσιν ἐλαφροτέρῃσι πετάσας Ἱστίον, ἢ ἐρέτῃσι μόγῳ πλόον αὖθις ἄνυσσεν, Ὣς ἡμεῖς μεγάλοιο Θεοῦ ἀπὸ τῆλε πεσόντες, Ἔμπαλιν οὐκ ἀμογητὶ φίλον πλόον ἐκπερόωμεν. Τοίη πρωτογόνοιο νεόσπορος ἤλυθεν ἄτη ∆ειλοῖσιν μερόπεσσιν, ὅθεν στάχυς ἐβλάστησε. Θʹ, Περὶ ∆ιαθηκῶν καὶ Ἐπιφανείας Χριστοῦ. ∆εῦρ' ἄγε καὶ δισσοῖο νόμου λόγον ἐξερέεινε. 457 Ὅς τε παλαιότερος, καὶ ὃς νέος ἐξεφαάνθη, Πρῶτα μὲν Ἑβραίοισιν, ἐπεὶ Θεὸν ὑψιμέδοντα Πρῶτοι καὶ γνώσαντο, ἔπειτα δὲ πείρασιν αἴης. Οὐ γὰρ μαρναμένοισι Θεὸς βροτὸν ἡγεμονεύει ∆όγμασιν, ὥς τις ἄϊδρις ἐὼν, Λόγος ἴδρις ἁπάντων, Οὐδὲ παλιμβούλοισιν, ὃ καὶ θνητοῖσιν ὄνειδος. Ἀλλ' ὅδ' ἐμὸς λόγος ἐστὶ Θεοῦ φιλέοντος ἀρωγῆς. Λυσσήεις ὅτε πρῶτον Ἀδὰμ βάλεν ἐκ παραδείσου, Κλέψας ἀνδροφόνοιο φυτοῦ δηλήμονι καρπῷ, Ὡς στρατὸν ἡγητῆρος ὀλωλότος αἴσχεϊ τύπτων, ∆ίζετο καὶ τεκέεσσι κακὸν καὶ κῆρα φυτεῦσαι, Ῥήξας δ' οὐρανίοιο Θεοῦ κλεψίφρονι βουλῇ, Τρέψατο ὄσσε βροτοῖο πρὸς οὐρανὸν ἀστερόεντα, 458 Κάλλεσι παμφανόωσι τεθηλότα, πρός τε θανόντων Μορφὰς, ἃς ἐτύπωσε πόθος, καὶ μῦθος ἔτισε, Πιστὸς ἐν οὐ ξείνοισι κακοῖς, ψεύστης ἀνέλεγκτος, Αἰὲν ἐπερχομένοισιν ἀεξόμενος λυκάβασιν. Ἑβραίων ἱερῶν ὀλοὸν γένος, οὐχ ὑποφήταις Εἶκον ὀδυρομένοισι, λιταζομένοισιν, ἄνακτος Μῆνιν ἀεὶ προφέρουσι. Πάρος γε μὲν ὤλλυον αὐτούς. Οὐδὲ μὲν οὐ βασιλῆες ἐτάρβεον, ἀλλ' ἄρα καὶ τῶν Οἱ πλέονες κακίους, οὐδ' ἄλσεα πάμπαν ἔλειπον, Οὐδ' ὀρέων κορυφὰς, καὶ δαίμονας αἱματόεντας. Τοὔνεκα καὶ μεγάλοιο Θεοῦ ζηλήμονα μῆνιν Εἴρυσαν, ἐκ δὲ τίναχθεν. Ὁ δ' ἀντεισῆλθον ἔγωγε 459 Ἀτραπιτὸν ζήλοιο ποδηγεσίῃ σφίσιν ἕλκων, Πίστιν ἐς εὐσεβέα Χριστοῦ παλίνορσα φέρεσθαι, Ὀψὲ μεταστρεφθεῖσιν, ἐπὴν κορέσωνται ἀνίης, Βασκανίῃ λαοῖο νεήλυδος, ᾧ διάμειφθεν. Ἀλλὰ τὰ μὲν μετόπισθ'. Οἱ δ' ὡς νόμον εἶχον ἄτιμον, Ὑστάτιον τοιῆσδε βροτῶν γένος ἔμμορε τιμῆς, Νεύμασιν ἀθανάτοιο Πατρὸς, καὶ ἔργμασι Παιδός· Χριστὸς ὅσον βροτέων ἐνὶ σώματι κάτθετο μοίρης Οὐρανίης, λεύσσων κακίης ὕπο θυμοβόροιο ∆απτόμενον, σκολιόν τε βροτῶν μεδέοντα δράκοντα, Ὥς κεν ἀναστήσειεν ἑὸν λάχος, οὐκ ἔτι νοῦσον Ἄλλοισιν ἐφέηκεν ἀρηγόσιν (οὐ γὰρ ἐπαρκὲς Τοῖς μεγάλοις παθέεσσι μικρὸν ἄκος)· ἀλλὰ κενώσας Ὃν κλέος ἀθανάτοιο Θεοῦ Πατρὸς Υἱὸς ἀμήτωρ 460 Αὐτὸς καὶ δίχα πατρὸς ἐμοὶ ξένος υἱὸς ἐφάνθη· Οὐ ξένος, ἐξ ἐμέθεν γὰρ ὅδ' ἄμβροτος ἦλθε βροτωθεὶς Παρθενικῆς διὰ μητρὸς, ὅλον μ' ὅλος ὄφρα σαώσῃ. Καὶ γὰρ ὅλος πέπτωκεν Ἀδὰμ διὰ γεῦσιν ἀλιτρήν. Τοὔνεκεν ἀνδρομέοισι καὶ οὐ βροτέοισι νόμοισι, Σεμνοῖς ἐν σπλάγχνοισιν ἀπειρογάμοιο γυναικὸς Σαρκωθεὶς (ὢ θάμβος ἀφαυροτάτοισιν ἄπιστον!) Ἦλθε Θεὸς θνητός τε, φύσις δύο εἰς ἓν ἀγείρας, Τὴν μὲν κευθομένην, τὴν δ' ἀμφαδίην μερόπεσσιν Ὧν Θεὸς ἡ μὲν ἕην, ἡ δ' ὕστατον ἡμῖν ἐτύχθη. Εἷς Θεὸς ἀμφοτέρωθεν, ἐπεὶ θεότητι κερασθεὶς, Καὶ βροτὸς ἐκ θεότητος ἄναξ καὶ Χριστὸς ὑπέστη· Ὥς κεν Ἀδὰμ νέος ἄλλος ἐπιχθονίοισι φαανθεὶς, Τὸν πάρος ἐξακέσαιτο, πετάσματι δ' ἀμφὶ καλυφθεὶς 461 (Οὐ γὰρ ἔην χωρητὸς ἐμοῖς παθέεσσι πελάσσαι),