1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

10

ΚΕʹ. Μιμησώμεθα νόμον Θεοῦ τὸν ἀνωτάτω καὶ πρῶτον, ὃς βρέχει μὲν ἐπὶ δικαίους καὶ ἁμαρτωλοὺς, ἀνατέλλει δὲ πᾶσιν ὁμοίως τὸν ἥλιον· γῆν δὲ χερ σαίοις πᾶσιν ἥπλωσεν ἄνετον, καὶ κρήνας, καὶ πο ταμοὺς, καὶ ὕλας· ἀέρα δὲ πτηναῖς φύσεσι, καὶ ὕδωρ ὅσοις ὁ βίος ἔνυδρος, καὶ τὰς πρώτας τοῦ ζῇν ἀφορμὰς ἀφθόνους ἅπασιν ἐχαρίσατο, οὐ δυναστείᾳ κρατουμένας, οὐ νόμῳ περιγραφομένας, οὐχ ὁρίοις διειργομένας· ἀλλὰ καὶ κοινὰς τὰς αὐτὰς καὶ πλουσίας, καὶ οὐδὲν παρὰ τοῦτο ἐνδεεστέρας προέθη κεν· τό τε τῆς φύσεως ὁμότιμον ἰσότητι τῆς δωρεᾶς τιμῶν, καὶ δεικνὺς τὸν πλοῦτον τῆς ἑαυτοῦ χρη στότητος. Ἄνθρωποι δὲ χρυσὸν, καὶ ἄργυρον, καὶ τῆς ἐσθῆτος ὅση μαλακὴ, καὶ ὑπὲρ τὴν χρείαν, καὶ τῶν λίθων τοὺς διαυγεῖς κατορύξαντες, εἴτε τι ἄλλο τοιοῦτον, ἃ πολέμου, καὶ στάσεως, καὶ τῆς πρώ της τυραννίδος ἐστὶ γνωρίσματα, ἔπειτα αἴρουσι 35.892 τὴν ὀφρὺν ὑπὸ ἀνοίας, καὶ τοῖς ἀτυχοῦσι τῶν συγ γενῶν τὸν ἔλεον ἀποκλείουσιν, οὐδὲ τοῖς περιττοῖς εἰς τὰ ἀναγκαῖα βοηθεῖν θέλοντες, (ὢ τῆς ἀπαιδευσίας! ὢ τῆς σκαιότητος!) οὐδ' εἰ μή τι ἄλλο, ἐκεῖνό γε ἐνθυ μούμενοι, ὅτι πενία καὶ πλοῦτος, ἐλευθερία τε, ἥν φαμεν, καὶ δουλεία, καὶ τὰ τοιαῦτα τῶν ὀνομάτων, ὕστερον ἐπεισῆλθε τῷ γένει τῶν ἀνθρώπων, ὥσπερ ἀῤῥωστήματα κοινά τινα τῇ κακίᾳ συνεισπεσόντα, κἀκείνης ὄντα ἐπινοήματα. Ἀπ' ἀρχῆς δὲ, φησὶν, οὐ γέγονεν οὕτως· ἀλλ' ὁ πλάσας ἀπ' ἀρχῆς τὸν ἄνθρωπον, ἐλεύθερον ἀφῆκε καὶ αὐτεξούσιον, νό μῳ τῷ τῆς ἐντολῆς μόνῳ κρατούμενον, καὶ πλούσιον ἐν παραδείσου τρυφῇ· τοῦτο καὶ τῷ λοιπῷ γένει τῶν ἀνθρώπων βουληθείς τε καὶ χαρισάμενος δι' ἑνὸς τοῦ πρώτου σπέρματος. Ἐλευθερία δὲ καὶ πλοῦτος, ἡ τῆς ἐντολῆς μόνη τήρησις ἦν· πενία δὲ ἀληθὴς καὶ δουλεία, ἡ ταύτης παράβασις.

Κςʹ. Ἀφ' οὗ δὲ καὶ φθόνοι, καὶ ἔριδες, καὶ ἡ δολερὰ τοῦ ὄφεως τυραννὶς, ἀεὶ τῷ λίχνῳ τῆς ἡδονῆς ὑποσύρουσα, καὶ ἐπανιστῶσα τοῖς ἀσθενεστέροις τοὺς θρασυτέρους, ἐῤῥάγη τὸ συγγενὲς εἰς ὀνομάτων ἀλλοτριότητας, καὶ τὸ τῆς φύσεως εὐγενὲς πλεονε ξία κατέτεμε, προσλαβοῦσα καὶ νόμον, τῆς δυ ναστείας ἐπίκουρον. Ἀλλὰ σὺ βλέπε μοι τὴν πρώτην ἰσονομίαν, μὴ τὴν τελευταίαν διαίρεσιν· μὴ τὸν τοῦ κρατήσαντος νόμον, ἀλλὰ τὸν τοῦ κτίσαντος. Βοήθησον κατὰ δύναμιν τῇ φύσει, τὴν ἀρχαίαν ἐλευ θερίαν τίμησον, αἰδέσθητι σαυτὸν, συγκάλυψον τῷ γένει τὴν ἀτιμίαν, ἐπάρκεσον τῇ νόσῳ, τὴν ἔνδειαν παραμύθησαι· ὁ εὐρωστῶν, ὁ πλουτῶν, τὴν τοῦ νοσοῦντος, τὴν τοῦ πενομένου· ὁ μὴ προσπταί σας, τὴν τοῦ πεσόντος καὶ συντριβέντος· ὁ εὐθυμῶν, τὴν τοῦ ἀθυμοῦντος· ὁ τοῖς δεξιοῖς εὐθηνούμενος, τοῦ τοῖς ἀριστέροις κάμνοντος. ∆ός τι τῷ Θεῷ χαριστήριον, ὅτι τῶν εὖ ποιεῖν δυναμέ νων ἐγένου, ἀλλ' οὐ τῶν εὖ παθεῖν δεομένων· ὅτι μὴ βλέπεις εἰς ἀλλοτρίας χεῖρας, ἀλλ' εἰς τὰς σὰς ἕτεροι. Πλούτησον μὴ περιουσίαν μόνον, ἀλλὰ καὶ εὐσέβειαν· μὴ τὸ χρυσίον μόνον, ἀλλὰ καὶ τὴν ἀρε τὴν, μᾶλλον δὲ ταύτην μόνον. Γενοῦ τοῦ πλη σίον τιμιώτερος, ἐκ τοῦ φανῆναι χρηστότερος· γε νοῦ τῷ ἀτυχοῦντι θεὸς, τὸν ἔλεον Θεοῦ μιμησάμε νος.

ΚΖʹ. Οὐδὲν γὰρ οὕτως, ὡς τὸ εὖ ποιεῖν, ἄνθρωπος 35.893 ἔχει Θεοῦ· κἂν ὁ μὲν μείζω, καὶ ὁ δὲ ἐλάττω εὐεργετῇ, ἑκάτερος, οἶμαι, κατὰ τὴν ἑαυτοῦ δύναμιν. Ὁ μὲν ἐποίησε, καὶ λύσας συνάγει πάλιν· σὺ δὲ πεσόντα μὴ παρίδῃς. Ὁ μὲν ἠλέ ησεν εἰς τὰ μέγιστα, δοὺς ἐπὶ πᾶσι νόμον, προ φήτας, καὶ πρὸ τούτων, τὸν φυσικὸν νόμον ἄγραφον, τῶν παραττομένων ἐξεταστὴν, ἐλέγξας, νουθετήσας, παιδαγωγήσας· τὸ τελευταῖον, λύτρον ἑαυτὸν παρα δοὺς ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς· χαρισάμενος ἀπο στόλους, εὐαγγελιστὰς, διδασκάλους, ποιμένας, ἰά σεις, τέρατα, ἐπάνοδον πρὸς ζωὴν, θανάτου κατάλυ σιν, τρόπαιον κατὰ τοῦ νικήσαντος, διαθήκην τὴν ἐν σκιᾷ, διαθήκην τὴν ἐν ἀληθείᾳ, Πνεύματος ἁγίου με ρισμοὺς, τὸ τῆς καινῆς σωτηρίας μυστήριον. Σὺ δὲ, εἰ μὲν καὶ τὰ μείζω δυνατὸς εἶ, καὶ οἷς εὐεργε τεῖται ψυχὴ