1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

10

τοσούτῳ πλούτῳ τῆς ἀγαθό τητος· δέον τὰ ἐναντία τῷ ἐναντίῳ καρποῦσθαι, τῷ ἀόκνῳ τὸν ἄμητον, καὶ τῇ πηγῇ τὴν ἀνάψυξιν, ὥσπερ τὸν διψητικώτατον ἔλαφον, σπουδῇ ταῖς πηγαῖς προστρέχοντα, καὶ σβεννύντα τὸν τοῦ δρόμου κόπον τῷ ὕδατι· ἀλλὰ μὴ τὸ τοῦ Ἰσμαὴλ παθεῖν, ἀνυδρίᾳ ξηραίνεσθαι· ἢ τὸ τοῦ μύθου, ἐν μέσῃ πηγῇ δίψῃ κολάζεσθαι. ∆εινὸν παρελθεῖν πανήγυριν, καὶ τηνικαῦτα τὴν πραγματείαν ἐπιζητεῖν. ∆εινὸν τὸ μάννα παραδραμεῖν, καὶ τηνικαῦτα τροφῆς ἐφίεσθαι. ∆εινὸν ὑστεροβουλία, καὶ τὸ τηνικαῦτα τῆς ζημίας αἰσθάνεσθαι, ὅτε οὐκ ἔστι λύσις ζημίας, μετὰ τὴν ἐντεῦθεν ἐκδημίαν, καὶ τὸν πικρὸν συγκλεισμὸν τῶν ἑκάστῳ βεβιωμένων, καὶ τὴν τῶν ἁμαρτωλῶν κόλασιν, καὶ τὴν τῶν κεκαθαρμένων λαμπρότητα. ∆ιὰ τοῦτο μὴ μέλλετε πρὸς τὴν χάριν· ἀλλ' ἐπείγεσθε, μὴ λῃστὴς ὑμᾶς προλάβῃ, μὴ μοιχὸς παραδράμῃ, μὴ ἄπληστος πλεονεκτήσῃ, μὴ φονεὺς προαρπάσῃ τὸ ἀγαθὸν, μὴ τελώνης, μὴ πόρνος, μή τις τῶν βιαστῶν τῆς βασιλείας καὶ ἁρπακτῶν. Βιά ζεται γὰρ ἑκοῦσα, καὶ τυραννεῖται δι' ἀγαθότητα. 36.393

ΚΕʹ. Βραδὺς ἴσθι πρὸς κακουργίαν, ὦ οὗτος, ταχὺς δὲ πρὸς σωτηρίαν, ἐμοὶ πειθόμενος· ἴσον γάρ ἐστι κακὸν, ἑτοιμότης τε πρὸς τὸ χεῖρον, καὶ μέλλησις πρὸς τὸ βέλτιον. Ἐὰν ἐπὶ κῶμον κληθῇς, μὴ ταχύ νῃς· ἐὰν ἐπ' ἄρνησιν, ἀποπήδησον· ἐὰν εἴπῃ σοι πονηρὸν ἐργαστήριον· Ἐλθὲ μεθ' ἡμῶν, κοι νώνησον αἵματος, κρύψωμεν δὲ εἰς γῆν ἄνδρα δίκαιον ἀδίκως· μηδὲ τὰς ἀκοὰς ὑπόσχῃς. ∆ύο γὰρ τὰ μέγιστα κερδανεῖς· ἐκείνῳ τε γνωριεῖς τὴν ἁμαρτίαν, καὶ σαυτὸν ἐξαιρήσεις πονηρᾶς κοινωνίας. Ἂν δέ σοι λέγῃ ∆αβὶδ ὁ μέγας· ∆εῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ· ἐὰν δὲ προφήτης ἄλλος· ∆εῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου· ἐὰν δὲ αὐτὸς ὁ Σωτήρ· ∆εῦτε πρός με, πάντες οἱ κο πιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· ἢ, Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν, λαμπροὶ λαμπρῶς ὑπὲρ χιόνα λάμψαντες, ὑπὲρ γάλα τυρω θέντες, ὑπὲρ λίθον σάπφειρον αὐγασθέντες· μὴ ἀντι τείνωμεν, μὴ βραδύνωμεν. Γενώμεθα Πέτρος καὶ Ἰωάννης· ὡς ἐπὶ τὸν τάφον ἐκεῖνοι καὶ τὴν ἀνάστα σιν, οὕτως ἐπὶ τὸ λουτρὸν αὐτοὶ σπεύδωμεν, συντρέχοντες, ἀντιτρέχοντες, ὅπως ἂν τὸ ἀγαθὸν προλάβωμεν ἀγωνιζόμενοι. Καὶ μὴ εἴπῃς, Ἀπελ θὼν ἐπάνηκε, καὶ αὔριον βαπτισθήσομαι, δυ νατὸς ὢν σήμερον εὖ παθεῖν· παρέστω μοι μή τηρ, παρέστω μοι πατὴρ, ἀδελφοὶ, γυνὴ, τέκνα, φίλοι, πᾶν ὅ τί μοι τίμιον, καὶ τηνικαῦτα σωθήσο μαι· νῦν δὲ οὔπω μοι καιρὸς λαμπρύνεσθαι. ∆έος γὰρ, μὴ κοινωνοὺς λάβῃς πένθους, οὓς εὐφρο σύνης κοινωνοὺς ἤλπισας. Ἐὰν μὲν παρῶσιν, ἀγα πητέον· ἐὰν δὲ ἀπῶσι, μὴ ἀναμείνῃς. Αἰσχρὸν γὰρ εἰπεῖν· Ποῦ δέ μοι τὸ καρποφορούμε νον ἐπὶ τῷ βαπτίσματι; Ποῦ δὲ ἡ ἐμφώτειος ἐσθὴς, ᾗ λαμπρυνθήσομαι; Ποῦ δὲ τὰ πρὸς δεξίωσιν τῶν ἐμῶν βαπτιστῶν, ἵνα κἀν τούτοις εὐδοκιμήσω; Πάνυ γὰρ, ὡς ὁρᾷς, ἐστὶ ταῦτα τῶν ἀναγκαίων, καὶ παρὰ τοῦτο ἡ χάρις ἐλαττωθήσεται. Μὴ μικρο λογοῦ περὶ τὰ μεγάλα· μηδὲν ἀγεννὲς πάθῃς. Μεῖζον τῶν ὁρωμένων ἐστὶ τὸ μυστήριον· σαυτὸν καρποφόρησον· Χριστὸν ἔνδυσαι, θρέψον με πολιτείᾳ· οὕτως ἐγὼ χαίρω φιλοφρονούμενος· οὕτω καὶ Θεὸς, ὁ τὰ μέγιστα χαριζόμενος. Οὐδὲν τῷ Θεῷ μέγα, ὃ μὴ καὶ πένης δίδωσιν, ἵνα μὴ κἀνταῦθα παρωθῶν ται οἱ πένητες· οὐ γὰρ ἔχουσιν, ὅπως τοῖς πλου σίοις ἁμιλληθῶσιν. Ἐν ἄλλοις μὲν, ἡ διαφορὰ τοῦ 36.396 πλουτεῖν καὶ τοῦ πένεσθαι· ἐνταῦθα δὲ, ὁ προθυμό τερος, πλουσιώτερος.

Κςʹ. Μηδὲν ἐπεχέτω σε τοῦ πρόσω· μηδὲν ἀνθελ κέτω σου τὴν προθυμίαν. Ἕως σφοδρὸς ὁ πόθος, λα βοῦ τοῦ ποθουμένου· ἕως θερμὸς ὁ σίδηρος, τῷ ψυχρῷ στομωθήτω, μή τι παρεμπέσῃ μέσον, καὶ διακόψῃ τὸν πόθον. Φίλιππός εἰμι· γενοῦ Κανδάκης. Εἰπὲ καὶ αὐτός· Ἰδοὺ τὸ ὕδωρ· τί κωλύει με βαπτι σθῆναι; Ἅρπασον τὸν καιρόν· τῷ ἀγαθῷ περιχά ρηθι· καὶ εἰπὼν, βαπτίσθητι, καὶ βαπτισθεὶς σώ θητι· κἂν ᾖς Αἰθίοψ τὸ σῶμα, τὴν ψυχὴν λευκάνθητι. Τύχε τῆς σωτηρίας, ἧς οὐδὲν ὑψηλότερον, οὐδὲ τι μιώτερον τοῖς γε νοῦν ἔχουσι. Μὴ εἴπης· Ἐπίσκοπος βαπτισάτω