10
ἐν τάχει, καὶ πᾶσαν τὴν κακότεχνον αὐτῶν ἐπίνοιαν τὴν καθ' ἡμῶν διασκέδασον, ὅτι σὺ εἶ βασιλεὺς ἡμε τέρων* πάντων, Χριστὲ ὁ Θεός· καὶ σοὶ τὴν δόξαν καὶ τὴν εὐχαριστείαν καὶ τὴν προσκύνησιν ἀναπέμ πομεν, καθ' ἑκάστην ἡμέραν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, κ. τ. λ.
Ὁ διάκονος λέγει. Τὰς κεφαλὰς ὑμῶν. Εὐχὴ τῆς κεφαλοκλισίας. Ὁ κλίνας οὐρανοὺς καὶ κατελθὼν ἐπὶ τῆς γῆς, εἰς
σωτηρίαν τοῦ γένους τῶν ἀνθρώπων, ὁ τῆς σῆς χά ριτος πᾶσαν ἐξαπλώσας τὴν εὐθηνίαν· ὁ ποιῶν πάντα ὑπὲρ ἐκ περισσοῦ, ὧν αἰτούμεθα, ἢ νοοῦμεν· φιλάνθρωπε, ἀγαθὲ, ἔκτεινόν σου τὴν χεῖρα τὴν ἀόρατον, τὴν εὐλογημένην, τὴν μεστὴν ἐλέους καὶ οἰκτιρμῶν, καὶ εὐλογῶν εὐλόγησον τοὺς δούλους σου, καὶ καθάρισον αὐτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος· καὶ ποίησον ἡμᾶς μετόχους καὶ συσ σώμους γενέσθαι τῇ σῇ χάριτι, ὅπως ἐν ἁγιότητι καὶ δικαιοσύνῃ σοι τὴν ἱκεσίαν προσάγοντες*, καὶ σοὶ πρέπει πᾶσα δόξα, μεγαλοσύνη, κράτος τε καὶ ἐξουσία, ἅμα τῷ ἀχράντῳ σου Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, κ. τ. λ.
Εὐχὴ ἄλλη ὁμοίως. Πρόσχες, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐξ ἁγίου τοῦ
κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου τῆς βασιλείας σου, καὶ ἐλθὲ εἰς τὸ ἁγιάσαι ἡμᾶς τοὺς ἐπικλίναντάς σου. Ὁ ἄνω τῷ πατρὶ συγκαθήμενος, καὶ ὧδε ἡμῖν ἀοράτως συνών· καὶ καταξίωσον τῇ κραταιᾷ σου χειρὶ, μεταδοῦναι ἡμῖν τοῦ ἀχράντου σώ ματός σου, καὶ δι' ἡμῶν παντὶ τῷ λαῷ. Σὺ γὰρ εἶ ὁ κλῶν καὶ κλώμενος, καὶ ἄκλαστος· καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, κ. τ. λ. 36.728
Ὁ διάκονος λέγει. Πρόσχωμεν Θεῷ μετὰ φόβου. Εὐχὴ τῆς ἐλευθερίας Εἰρήνη πᾶσιν. Ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν
τοῦ κόσμου· τὸ πανάσπιλον αὐτοῦ αἷμα διαχύσας ἐπὶ τὴν τοῦ κόσμου ζωὴν, καὶ εἰς λύτρον καὶ ἀντάλλαγμα πάντων, ἑαυτὸν παρέδωκας, ἐκ θανάτου λυτρωσά μενος, ἐν ᾧ κατειχόμεθα, πεπραμένοι ὑπὸ τὴν ἁμαρτίαν. Ὁ τῶν φοβουμένων αὐτὸν ποιῶν τὸ θέλημα, καὶ τῆς δεήσεως αὐτῶν εἰσακούων, καὶ σώζων αὐτούς. Ὁ τοῦ δικαίου Ἰὼβ εἰσακούσας ἀνιστάμενος τὸ πρωῒ καὶ ὑπὲρ * παιδίων φίλτρων θυσίας προσαγαγὼν εἰπὼν, μήπως ἐνενόησαν υἱοί μου πονη ρὰ ἐν τῇ καρδίᾳ αὐτῶν ἔναντι Θεοῦ. Καὶ ἐμοῦ τοῦ ἐλεεινοῦ καὶ ἁμαρτωλοῦ, καὶ ἀχρείου σου δούλου, ἱκετεύω ὑπὲρ τῶν σῶν οἰκετῶν, πατέρων μου καὶ ἀδελφῶν, καὶ ὑπὲρ τῆς ἐμῆς ἀθλιότητος. Εὐμενεῖ προσώπῳ καὶ γαληνῷ ὄμματι, ἔπιδε ἐφ' ἡμᾶς ἐν ταύτῃ τῇ ὥρᾳ· καὶ πάρες οὖν ἡμῖν πᾶσαν ἀθετη ρίαν, καὶ πᾶσαν παράβασιν, καὶ παρακοὴν νόμου 36.729 καὶ τῶν σῶν ἐντολῶν· ἔτι δὲ καὶ πᾶσαν συνείδησιν, καὶ πᾶσαν ἐνθύμησιν, καὶ πάσαις * πράξεσι, καὶ πάσαις κινήσεσι γεγωνυίαις ἐν ἑαυτοῖς, ἡμερικῶς τε καὶ νυκτερικῶς ἐπιδῆσαι καὶ κατακρατῆσαι κατὰ τῆς ψυχῆς. Καὶ ἀθώοσον αὐτοὺς ἀπὸ πάσης συνειδήσεως πονηρῶν, καὶ πάσης ἀκάρπου πράξεως, καὶ παντὸς λογισμοῦ πεπυρωμένου .....* ἐστὶν βέβηλα παρὰ τὴν τῆς ψυχῆς καθαρότητα. Χάρισαι αὐτῶν τὴν τῶν ἁμαρτιῶν ἐπίγνωσιν, καὶ τελείως ἀπέχεσθαι ἀπ' αὐτῶν. ∆ώρησαι αὐτοῖς μετανοίας ἁγνότητος*, καὶ τὴν εἰς σὲ ἐπιστροφήν· σὺ γὰρ, ∆έσποτα Κύριε, ἐπτώχευσας ἑκουσίως ἐν τῷ σε σαρκωθῆναι, διὰ τὴν τοῦ γένους ἡμῶν σωτηρίαν· καὶ διέῤῥηξας τὸ καθ' ἡμῶν χειρόγραφον, διὰ τὴν ἐπὶ τοῦ σταυροῦ τῶν θείων σου παλάμων ἐφάπλωσιν. Φεῖσαι πάντων, ∆έσποτα φιλόψυχε, ὅτι τὰ σύμπαντα δοῦλασὰ, καὶ παρὰ σοῦ ἡμέτερα ἀφετήρια, καὶ οὐδὲν τῶν ἐπιτηδευμάτων τῶν χειρῶν ἡμῶν· δι' ὃ τὴν σὴν βασιλείαν δοξάζομεν καὶ ἀνυμνοῦμέν σε, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἅτινα ν... λου... ων... θορων. Πάσαις ἡμέραις ἕως αἱρετικῶν καὶ ἐθνικῶν. Ἔμπλησον ἡμᾶς τοῦ σοῦ