1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

10

ἐπαιδεύσαμεν, οἳ πᾶσι πάντα γινόμεθα, οὐκ οἶδα πότερον, ἵνα σώσωμεν πάντας, ἢ ἀπωλέσωμεν.

ΚΕʹ. Τί φατε; Πείθομεν ὑμᾶς τοῖς λόγοις τούτοις, καὶ νενικήκαμεν; Ἢ δεῖ καὶ στεῤῥοτέρων λόγων ἡμῖν πρὸς τὸ πείθειν; Ναὶ, πρὸς τῆς Τριάδος αὐτῆς, ἣν πρεσβεύομεν καὶ πρεσβεύετε, πρὸς τῆς κοινῆς ἡμῶν ἐλπίδος, καὶ τῆς τοῦ λαοῦ τοῦδε συμπήξεως, δότε μοι τὴν χάριν ταύτην· μετὰ εὐχῶν ἡμᾶς ἀπο πέμψατε· αὕτη γενέσθω μοι τῆς ἀθλήσεως ἡ ἀνάῤ ῥησις· δότε μοι τὸ γράμμα τῆς ἀφέσεως, ὥσπερ τοῖς στρατιωτικοῖς οἱ βασιλεῖς· καὶ, εἰ βούλεσθε, μετὰ δεξιᾶς τῆς μαρτυρίας, ἵν' ἔχω τὸ ἐπιτίμιον· εἰ δὲ μὴ, ὅπως βούλεσθε· οὐδὲν περὶ τούτου διοίσο 36.489 μαι, ἕως ἂν Θεὸς ἴδῃ τὰ ἡμέτερα ὅπως ἂν ἔχῃ. Τίνα οὖν ἀντεισάξομεν; Ὄψεται ἑαυτῷ Κύριος ποιμένα εἰς προστασίαν, ὡς πρόβατον εἶδεν εἰς ὁλοκάρ πωσιν. Ἓν τοῦτο ἐπιζητῶ μόνον, τῶν φθονουμέ νων ἔστω τις, μὴ τῶν ἐλεουμένων· μὴ τῶν πάν τα πᾶσι χαριζομένων, ἀλλ' ἔστιν ἃ καὶ προσ κρούειν εἰδότων ὑπὲρ τοῦ βελτίονος· τὸ μὲν γὰρ ἐν ταῦθα ἥδιστον, τὸ δὲ ἐκεῖθεν λυσιτελέστατον. Ὑμεῖς μὲν οὖν τοὺς προπεμπτηρίους ἡμῖν μελετήσατε λόγους· ἐγὼ δὲ ὑμῖν ἀποδώσω τὸν συντακτήριον. Κςʹ. Χαίροις, Ἀναστασία μοι τῆς εὐσεβείας ἐπ ώνυμε. Σὺ γὰρ τὸν λόγον ἡμῖν ἐξανέστησας ἔτι κατα φρονούμενον· τὸ τῆς κοινῆς νίκης χωρίον, ἡ νέα Ση λὼμ, ἐν ᾗ πρῶτον τὴν σκηνὴν ἐπήξαμεν, τεσσα ράκοντα ἔτη περιφερομένην ἐν τῇ ἐρήμῳ καὶ πλανωμένην. Σύ τε ὁ μέγας ναὸς οὗτος καὶ πε ριβόητος, ἡ νέα κληρονομία, τὸ νῦν μέγας εἶναι παρὰ τοῦ Λόγου λαβὼν, ὃν Ἰεβοῦς πρότερον ὅντα, Ἱερουσαλὴμ πεποιήκαμεν· ὑμεῖς τε ὅσοι μετὰ τοῦτον εὐθὺς τοῖς κάλλεσιν, ἄλλος ἄλλο τι τῆς πόλεως μέρος διειληφότες, ὥσπερ σύνδεσμοί τινες καὶ τὸ Γειτονοῦν οἰκειούμενοι· οὓς μετὰ τῆς ἀσθενείας ταύτης, οὐχ ἡμεῖς, ἡ χάρις δὲ σὺν ἡμῖν ἐπλήρωσε τοῖς ἀπεγνωσμένοις. Χαίρετε, ἀπόστολοι, ἡ καλὴ μετοικία, οἱ ἐμοὶ διδάσκαλοι τῆς ἀθλήσεως, εἰ καὶ μὴ πολλάκις ὑμῖν ἐπανηγύρισα, ἴσως τὸν τοῦ ὑμετέρου Παύλου Σατᾶν περιφέρων ἐν τῷ σώματι πρὸς τὸ συμφέρον, δι' ὃν νῦν ὑμῶν ἀποικίζομαι. Χαῖρέ μοι, ὦ καθέδρα, τὸ ἐπίφθονον ὕψος τοῦτο καὶ ἐπικίνδυνον, ἀρχιερέων συνέδριον, ἱερέων αἰδοῖ καὶ χρόνῳ τετιμημένον, ὅσον τε ἄλλο περὶ τὴν ἱερὰν τράπεζαν λειτουργικὸν Θεοῦ, καὶ ἐγγίζον Θεῷ τῷ ἐγγίζοντι. Χαίρετε, Ναζαραίων χοροστασίαι, ψαλμῳδιῶν ἁρμονίαι, στάσεις πάννυχοι, παρθένων σεμνότης, γυναικῶν εὐκοσμία, χηρῶν, ὀρφανῶν συστήματα, πτωχῶν ὀφθαλμοὶ, πρὸς Θεὸν καὶ πρὸς ἡμᾶς βλέποντες. Χαίρετε, οἶκοι φιλόξενοι καὶ 36.492 φιλόχριστοι, καὶ τῆς ἐμῆς ἀσθενείας ἀντιλήπτορες. Χαίρετε, τῶν ἐμῶν λόγων ἐρασταὶ, καὶ δρόμοι, καὶ συνδρομαὶ, καὶ γραφίδες φανεραὶ καὶ λανθάνουσαι, καὶ ἡ βιαζομένη κιγκλὶς, αὕτη τοῖς περὶ τὸν λόγον ὠθιζομένοις. Χαίρετε, ὦ βασιλεῖς, καὶ βασίλεια, ὅσον τε περὶ τὸν βασιλέα θεραπευτικὸν καὶ οἰκίδιον· εἰ μὲν καὶ βασιλεῖ πιστὸν, οὐκ οἶδα· Θεῷ δὲ τὸ πλεῖον ἄπιστον. Κροτήσατε χεῖρας, ὀξὺ βοήσατε, ἄρατε εἰς ὕψος τὸν ῥήτορα ὑμῶν. Σεσίγηκεν ὑμῖν ἡ πονηρὰ γλῶσσα καὶ λάλος· οὐ μὴν σιγήσεται παντάπασιν· μαχήσεται γὰρ διὰ χειρὸς καὶ μέλανος· τὸ δ' οὖν παρὸν σεσιγήκαμεν.

ΚΖʹ. Χαῖρε, ὦ μεγαλόπολι καὶ φιλόχριστε (μαρτυρήσω γὰρ τἀληθῆ, καὶ εἰ μὴ κατ' ἐπίγνωσιν ὁ ζῆλος· πεποίηκε χρηστοτέρους ἡμᾶς ἡ διάζευξις). Πρόσιτε τῇ ἀληθείᾳ· μετασκευάζεσθε ὀψὲ γοῦν· τιμήσατε Θεὸν, πλέον τῆς συνηθείας. Οὐχ ἡ μετάθεσις τὸ αἰσχρὸν ἔχει, ἀλλ' ἡ τοῦ κακοῦ τήρησις τὴν ἀπώλειαν. Χαίροις, Ἀνατολὴ καὶ ∆ύσις, ὑπὲρ ὧν, καὶ ὑφ' ὧν πολεμούμεθα· μάρτυς ὁ εἰρηνεύσων ὑμᾶς, ἂν ὀλίγοι μιμήσωνται τὴν ἐμὴν ὑποχώρησιν. Οὐ γὰρ καὶ τὸν Θεὸν ἀπολοῦσιν οἱ τῶν θρόνων παραχωρήσαντες, ἀλλ' ἕξουσι τὴν ἄνω καθέδραν, ἣ πολὺ τούτων ἐστὶν ὑψηλοτέρα τε καὶ ἀσφαλεστέρα. Ἐπὶ πᾶσί τε καὶ πρὸ πάντων βοήσομαι· Χαίρετε, ἄγγελοι, τῆσδε τῆς Ἐκκλησίας ἔφοροι, καὶ τῆς ἐμῆς παρουσίας καὶ ἐκδημίας, εἴπερ ἐν