1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

10

εὐθὺς τὴν γινομένην ἐπὶ πλάνῃ τῆς ἀνθρωπίνης φύσεως ἀπάτην τῶν δαιμόνων ἐνόησέ τε καὶ ἐβδελύξατο, καὶ πρὸς τὸν ἀληθινὸν Θεὸν μετετάξατο, διὰ τῶν παρὰ τοῦ δούλου γεγενη 46.920 μένων, τὸ ἄφραστον τῆς τοῦ ∆εσπότου δυνάμεως λο γισάμενος. Εἰ γὰρ τοσαύτη τοῦ δούλου ἡ δύναμις, ὡς ῥήματι κινεῖν τὰ ἀκίνητα, καὶ προστάγματι κεχρῆ σθαι κατὰ τῶν ἀναισθήτων, καὶ τοῖς ἀψύχοις δια κελεύεσθαι· πόσην εἰκός ἐστι περιουσίαν δυνάμεως ἐν τῷ ∆εσπότῃ τοῦ παντὸς κατανοῆσαι, οὗ τὸ θέ λημα, οἷόν τις ὕλη, καὶ κατασκευὴ, καὶ δύναμις αὐ τοῦ τε τοῦ κόσμου, καὶ τῶν ἐν αὐτῷ πάντων, καὶ τῶν ὑπὲρ τοῦτον ὄντων, ἐγένετο!

Ἐντεῦθεν ὁ μέγας ἐκεῖνος τῆς κατὰ τῶν δαιμόνων ἀριστείας ἀρξάμενος, καὶ οἷόν τι τρόπαιον κατὰ τῶν νικηθέντων τὸν νεωκόρον περιαγόμενος, προκαταπλήξας τε τῇ φήμῃ τὸ ἔθνος, οὕτως ἤδη μετὰ πεποιθήσεώς τε καὶ παῤῥησίας εἰς τὴν πόλιν εἰσήλαυνεν, οὐχ ἅρμασι καὶ ἵπποις, καὶ ἡμιόνοις, καὶ τῷ πλήθει τῶν παρεπομένων ἐπικομ πάζων, ἀλλὰ ταῖς ἀρεταῖς ἐν κύκλῳ δορυφορούμενος, πανδημεὶ δὲ πάντων προχεθέντων τῶν οἰκητόρων τοῦ ἄστεος, ὡς ἐπί τινα καινοῦ θεάματος ἱστορίαν, καὶ πάντων ἰδεῖν προθυμουμένων, τίς ἐκεῖνός ἐστιν ὁ Γρηγόριος, ὃς ἄνθρωπος ὢν τῶν νομιζομένων παρ' αὐτοῖς εἶναι θεῶν, καθάπερ τις βασιλεὺς ἐξουσίαν ἔχει, προστάγματι φέρων καὶ ἄγων, ὅπουπερ ἂν ἐθέλοι τὰ δαιμόνια, καὶ ὅθεν ἂν βούληται, πρὸς τὸ δο κοῦν ἐξοικίζων τε καὶ ἐνοικίζων, ὥσπερ τὰ ἀνδρά ποδα, καὶ τὸν θεραπευτὴν ἐκεῖνον φέρει, καθάπερ ἐν ἐξουσίᾳ τινὶ δουλωσάμενος, ὑπεριδόντα μὲν τῆς τιμῆς ἐν ᾗ τὸ πρότερον ἦν, τῶν δὲ προσόντων πάντων τὴν μετ' αὐτοῦ διαγωγὴν ἀλλαξάμενον.

Τοιαύτῃ δὲ γνώμῃ πάντων προσδεχομένων αὐτὸν πρὸ τοῦ ἄστεος, ἐπειδὴ κατ' αὐτοὺς ἐγένετο, πάντων εἰς ἐκεῖνον ἀτενῶς ἀποβλεπόντων, καθάπερ ὕλην ἄψυχον παριὼν τοὺς ἀνθρώπους, πρὸς οὐδένα τῶν ἐντυγχα νόντων στρεφόμενος, καὶ κατ' εὐθεῖαν ἐπὶ τὴν πόλιν βαδίζων, πολὺ μᾶλλον αὐτοὺς εἰς ἔκπληξιν ἤγαγεν, ὑπὲρ τὴν φήμην τοῖς ὁρῶσι φαινόμενος. Τὸ γὰρ πρώ τως εἰσελαύνοντα πόλει μεγάλῃ, μηδεμιᾶς συνηθείας τοσαύτης προϋπαρχούσης αὐτῷ, ἔπειτα μὴ κατα πλαγῆναι δῆμον τοσοῦτον ἐπ' ἐκείνῳ συνειλεγμένον, ἀλλ' οἷον δι' ἐρήμου βαδίζοντα, πρὸς ἑαυτὸν μόνον καὶ πρὸς τὴν ὁδὸν ἀποβλέπειν, πρὸς οὐδένα τῶν περὶ αὐτὸν ἐπιστρεφόμενον ἠθροισμένων, τοῦτο ὑπὲρ τὴν ἐν τῷ λίθῳ θαυματοποιίαν τοῖς ἀνθρώποις ἐδόκει. Τούτου χάριν, ὀλιγοστῶν ὄντων, καθὼς ἐν τοῖς φθάσασιν εἴρηται, τῶν πρὸ τῆς ἐπιστασίας αὐτοῦ καταδεξαμέ νων τὴν πίστιν, ὡς πάσης τῆς πόλεως αὐτοῦ τὴν ἱερωσύνην τιμώσης, οὕτως εἰσῄει στενοχωρούμενος ἁπανταχόθεν τοῖς παραπέμπουσιν. Ἐπεὶ δὲ πάντων ὁμοῦ εὐθὺς, ὅτε τῆς φιλοσοφίας ἥπτετο, καθάπερ τινὸς ἄχθους ἑαυτὸν ἠλευθέρωσε, καίπερ ἦν αὐτῷ τῶν πρὸς τὴν ζωὴν ἀναγκαίων οὐδὲν, οὐκ ἀγρὸς, οὐ τόπος, οὐκ οἰκία, ἀλλὰ πάντα ἦν αὐτὸς ἑαυτῷ (μᾶλλον δὲ ἡ ἀρετὴ καὶ ἡ πίστις, πατρὶς αὐτῷ ἦν, καὶ ἑστία, καὶ πλοῦτος)· ὡς οὖν τῆς μὲν πόλεως ἐντὸς ἦν, οἶκος δὲ 46.921 αὐτῷ πρὸς ἀνάπαυσιν οὐδαμοῦ, οὐ τῆς Ἐκκλησίας, οὐκ ἴδιος, θορυβουμένων τῶν περὶ αὐτὸν, καὶ ὅπως ἂν καταχθείη καὶ παρὰ τίνι τὴν σκέπην εὕροι δια πορούντων· Τί ταῦτα, φησὶ πρὸς αὐτοὺς ὁ διδάσκα λος, ὥσπερ ἔξω τῆς τοῦ Θεοῦ σκέπης ὄντες, δια πορεῖτε, ὅπου χρὴ διαναπαῦσαι τὰ σώματα; μι κρὸς ὑμῖν οἶκος εἶναι ὁ Θεὸς δοκεῖ, εἴπερ ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν; Ἢ στενοχωρεῖ σθε τῇ οὐρανίῳ σκέπῃ, καὶ ζητεῖτε παρὰ τοῦτο καταγώγιον ἄλλο; Εἷς οἶκος ὑμῖν ἔστω διὰ σπουδῆς ὁ ἑκάστου ἴδιος, ὁ διὰ τῶν ἀρετῶν οἰ κοδομούμενος, καὶ εἰς ὕψος ἀνατεινόμενος. Τοῦτο λυπείτω μόνον, μὴ τὸ τοιοῦτον ἡμῖν οἰκητήριον ἀπαράσκευον ᾖ· αἱ γὰρ τῶν γηΐνων τοίχων περι βολαὶ τοῖς ἐν ἀρετῇ ζῶσι κέρδος οὐ φέρουσι. Μᾶλλον δ' ἂν εἰκότως ὑπὸ τῶν ἐν κακίᾳ μολυνο μένων ἡ τῶν τοίχων χρεία σπουδάζεται· διότι προκάλυμμα πολλάκις τῶν κρυπτῶν τῆς αἰσχύνης ὁ οἶκος γίνεται. Οἷς δὲ δι' ἀρετῆς ὁ βίος ἐσπού δασται, οὐκ ἔχουσιν οἱ