10
σύστημα. Καὶ τοὺς Φαραωνίτας ἐπόντισε, τὰ τῶν αἱρετικῶν ἄθεα γεννήματα. Καὶ τὸν Ἀμαλὴκ ἐτροπώσατο (εἴ τινα τῶν αἱρετικῶν τούτῳ βούλει καλέσαι τῷ ὀνόματι)· τὸν νόμον ἐκ Θεοῦ τῆς ὀρθοδοξίας ἔλαβε, καὶ ἡμῖν πᾶσι μετέδωκε. Τῆς σκηνῆς ἐν τῷ ὄρει τὸν τύπον ἐθεά σατο, οὐ τῆς ἐπὶ Μωσέως, ἀλλὰ τῆς μελλούσης φρι κτῆς κρίσεώς τε καὶ καταστάσεως. Τοὺς ἱερέας ἐτε λείωσε, τὰ περὶ ἱερωσύνης νομοθετῶν. Ὕδωρ ἐκ πέ τρας ἐπήγασε, τὰς λιθώδεις καρδίας στάζειν δάκρυα 46.845 παρασκευάσας. Ἄρτον ἐψώμισεν ὡς ἐκεῖνος οὐρά νιον, τοὺς τῆς ἀγάπης λόγους πᾶσι προθεὶς, δι' οὗ μάλιστα στηρίζεται πᾶσα ψυχὴ, καὶ τῷ θείῳ καὶ μυστικῷ προσέρχεται ἄρτῳ θαῤῥοῦσα, τῷ ἐκ τῶν κόλπων τοῦ Πατρὸς εἰς σωτηρίαν ἡμῶν παραγενο μένῳ. Ὀρτυγομήτραν ἔδωκεν, κάτωθεν ἡμῖν τοῖς πιστοῖς τῇ περὶ Θεοῦ μνήμῃ οὐρανοπορεῖν ἐκδιδά σκων, καὶ τὰ ἐκεῖ φαντάζεσθαι κάλλη. Καὶ ἁπλῶς οἷς ἂν βούλῃ θεωρίας λόγοις τὰ τοῦ Πατρὸς τοῖς πα λαιοῖς ἐξισοῦν σεμνολογήματα, οὐδ' ὅλως εὑρήσεις καθυστεροῦντα.
Ἐπεὶ καὶ Ἰησοῦς ὁ Ναυΐτης Ἰορδάνην ἔσχισε, τὰς ἀποκεκλεισμένας εἰς μετάδοσιν τῶν πλουσίων χεῖρας, πρὸς εὐποιίαν διάρας, καὶ τῷ λαῷ τὴν γῆν, οὐ τῆς κάτω ἐπαγγελίας, ἀλλὰ τῆς οὐρανίου βασι λείας ἐκληροδότησεν. Ὡς Σαμουὴλ ἐκ βρέφους ἀν ετέθη τῷ Θεῷ, καὶ φωνῆς θείας ἤκουσεν. Ὡς ὁ μέγας Ἠλίας, τοὺς τῆς αἰσχύνης παρεδειγμάτισεν ἱερεῖς, καὶ πῦρ νοητὸν ἐπὶ τῇ λογικῇ θυσίᾳ, οὐ μίαν, ἀλλὰ πολλάκις κατήγαγε· καὶ πυρίνῳ τῶν ἀρετῶν ἅρματι, οὐκ αἰθέριος, ἀλλ' οὐράνιος ἁρματηλάτης ἀνήχθη. Ὡς Ἐλισσαῖος, διπλῆν τοῦ Πνεύματος τὴν χάριν πεπλούτηκε· καὶ ὡς οἱ προφῆται θεοφανείας πολλά κις ἠξίωται. Τολμᾷ τοῦτον ὁ λόγος καὶ πρὸς τὸν ἐν γεννητοῖς γυναικῶν ἀνώτερον παραθεῖναι, τὸν μεσί την τοῦ νόμου καὶ τῆς χάριτος. Ὡς πρόδρομος ἐν ἐρήμῳ ηὐλίσθη· καὶ ῥῆμα Θεοῦ γέγονε καὶ πρὸς τοῦ τον, καὶ μετανοίας κήρυξ ἐχρημάτισε, καὶ τὰς ἁμαρ τίας ἐξομολογεῖσθαι τοὺς προσερχομένους ἐδίδαξεν. Ὡς Παῦλος τὸ τῆς ἐκλογῆς σκεῦος, παντοίους ὑπ έμεινε πειρασμοὺς, καὶ τὰ τῆς μετανοίας καταβαλεῖν σπέρματα, ὡς ἐκεῖνος τῆς πίστεως, οὐ κατενάρκησε. Καὶ τί δεῖ τοῖς κατὰ μέρος τοῦτον παραβάλλειν, ἔτι τῶν τούτου κατορθωμάτων πᾶσαν πληρούντων τὴν οἰκουμένην; Φαινομένων δὲ τῶν ἔργων, περιττόν ἐστι μακρολογία· τό τε τοῦ λόγου μῆκος εἰς ἀδοξίαν τῶν ἀρετῶν περιτρέπεται, ὡς οὐχ ἱκανῶν οὐσῶν ἑαυ τὰς ἀρκούντως δι' ἔργων μηνύσαι, ἀλλὰ τῆς ἐκ τῶν λόγων ἐπικουρίας δεομένων. Καλὸν δὲ οἷόν τι τερ πνότατον ἥδυσμα, προσθεῖναι τῷ λόγῳ καὶ τὸ περὶ τὴν ἐκείνου τελευτὴν ᾀδόμενον τερατούργημα. Μέλλων γὰρ ὁ θεοφόρος οὗτος ἀνὴρ ἀπαίρειν πρὸς τὰ οὐράνια, τοῖς παροῦσι παρηγγυᾶτο, ὡς οὐκ ἐξὸν αὐτοῖς ἐσθῆτι πολυτελεῖ τὸ τούτου σῶμα ἐνταφιάσαι. Εἰ δὲ καί τις φιλοπάτωρ ὢν τοιοῦτόν τι προνενόηκεν, ἢ παρητοίμασε, μηδαμῶς εἰς ἔργον τὴν βουλὴν ἀγα γεῖν, ἀλλ' αὐτὸ ἐκεῖνο τὸ ὁρισθὲν εἰς τὴν ἐκείνου τα φὴν δοθῆναι πτωχοῖς. Εἷς γοῦν τῶν παρεστώτων, καὶ οὗτος τῶν ἐπιφανῶν, ἐσθῆτα πολυτελῆ προευτρεπί σας, κἀκείνῃ συνθάπτειν τὸ τοῦ θείου πρεσβύτου σῶ μα προβουλευθεὶς, ἀκούσας τῆς ἐπιτιμίας, ἤλγησε, καὶ δοῦναι πτωχοῖς τὸ προετοιμασθὲν ἱμάτιον ὑπερ έθετο, ἄξιον τίμημα δοῦναι μᾶλλον τοῖς δεομένοις κατὰ νοῦν ὁσιώτερον κρίνας. Ὃς αὐτίκα πληγεὶς ὑπὸ δαί μονος πονηροῦ, τῆς ἀνηκοΐας ἐτρύγα τὰ πικρότατα 46.848 δράγματα, ἑαυτὸν πρὸ τῆς κλίνης τοῦ ὁσίου σπαράτ των, καὶ τὸν ἀφρὸν ἐκ τοῦ στόματος ἀναβράσσων. Ὁ δὲ συμπαθέστατος τοῦ Θεοῦ ἄνθρωπος λέγει τῷ πεπονθότι· Ἐπειδὴ, ὦ ἄνθρωπε, τί σοι παράλογον πέπρακται, καὶ πρὸς τοῦτον τὸν κίνδυνον ἔῤῥιψεν; Ὁ δὲ τῇ κελεύσει διαναστὰς, καίπερ ὑπὸ τοῦ δαίμο νος τὸν νοῦν σκοτωθεὶς, τὸν κεκρυμμένον ἐξεῖπε λο γισμὸν, καὶ τὴν παρακοὴν ἐφανέρωσεν.
Ὃν ἐξομολογησάμενον ὁ συμπαθέστατος γέρων ὑγιῆ ἀποκατ έστησεν, ἐπιθέσει ἁγίων χειρῶν καὶ εὐχῇ τοῦτον ἀπαλλάξας τοῦ πάθους· εἶτα καὶ προσειπών·