1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

10

∆αβὶδ, «Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομέ νοις δυνάμει πολλῇ.» Καὶ πάλιν, «Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην!»

Ιςʹ. Περὶ τῆς ἀπιστίας τῶν Ἰουδαίων, καὶ περὶ τῶν ἐθνῶν Ἐκκλησίας.

Ἡσαΐας ἐκ προσώπου τοῦ Θεοῦ, «Οὔτε ἔγνως, οὔτε ἠπίστασο, οὔτε ἀπ' ἀρχῆς

ἤνοιξά σου τὰ ὦτα· ᾔδειν γὰρ, ὅτι ἀπειθῶν ἀπειθήσεις.» Καὶ πάλιν, «Μέγα τὸ ὄνομα αὐτοῦ ἐν τοῖς ἔθνεσι καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά.» Μιχαίας, «Καὶ ἔσται ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος Κυρίου, ἕτοι μον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσε ται ὑπεράνω τῶν βουνῶν· καὶ σπεύσουσι πρὸς αὐτὸ λαοὶ, καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐροῦσι, δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ· καὶ φωτιοῦσιν ἡμᾶς ταῖς ὁδοῖς αὐτοῦ· ὅτι ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ.» Ἱερεμίας, «Καὶ εἶπε Κύριος πρός με, ἰδοὺ δέδωκα τοὺς λόγους μου ἐν τῷ στόματί σου· ἰδοὺ κατέστησάσε σήμερον ἐπ' ἔθνη, καὶ βασιλεῖς ἐκριζοῦν, καὶ κατακόπτειν, καὶ ἀπολ λύειν, καὶ ἀνοικοδομεῖν, καὶ καταφυτεύειν.» Καὶ εἰ 46.225 ταῦτα περὶ Ἱερεμίου, ποίας βασιλείας ἐξεῤῥίζωσεν, ἢ ποῖα ἔθνη ἀπώλεσεν; Ἀλλὰ περὶ τοῦ Κυρίου εἴρηται, ἐκριζώσαντος ἀπὸ πάσης ψυχῆς πιστευούσης αὐτῷ τὴν βασιλείαν τοῦ Ἀντικειμένου, ὃς κατέστρεψε τὰ οἰκοδομήματα τῆς κακίας, καὶ τῶν μοχθηρῶν δογμά των, καταφυτεύσας τὰ κρείττονα. ∆αβὶδ, «Ῥῦσαί με ἐξ ἀντιλογίας λαοῦ, καταστήσεις με εἰς κε φαλὴν ἐθνῶν. Λαὸς, ὃν οὐκ ἔγνων, ἐδούλευσέ μοι· εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου· υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι· υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν.» Μωϋσῆς ἐκ προσώπου τοῦ Θεοῦ πρὸς Ἀβραὰμ, «Καὶ ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ πέρατα τῆς γῆς.» Καὶ πάλιν, «Ἀπο στρέψω τὸ πρόσωπόν μου ἀπ' αὐτῶν, καὶ δείξω τί ἔσται αὐτοῖς ἐπ' ἐσχάτων, ὅτι γενεὰ ἐξεστραμ μένη ἐστίν. Υἱοὶ οἷς οὐκ ἔστι πίστις ἐν αὐτοῖς· αὐτοὶ παρεζήλωσάν με ἐπ' οὐ Θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν, κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ' οὐκ ἔθνει· ἐπ' ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς.» Καὶ ἀλλαχοῦ, «∆ώσει,» φησὶν, «τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ.» Ἡσαΐας, «Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ζητοῦσιν, εὑρέθην τοῖς ἐμὲ μὴ ἐπερωτῶ σιν. (Εἶπα, Ἰδοὺ πάρειμι ἔθνει, οἳ οὐκ ἐπ εκαλέσαντο τὸ ὄνομά μου.») ∆αβὶδ, «Ἀπηλλοτριω μένος ἐγενήθην τοῖς ἀδελφοῖς μου, καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου.» Περὶ δὲ τῶν ἐθνῶν λέγει, «Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε.» Περὶ Ἰουδαίων, «∆ι' ὑμᾶς βλασφημεῖται τὸ ὄνομά μου διὰ παντὸς ἐν τοῖς ἔθνεσι.» Μαλαχίας, «Οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει Κύριος παντοκράτωρ.» (Περὶ Ἐθνῶν δὲ, «Ὅτι ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς Ἔθνεσι, λέγει Κύριος παν τοκράτωρ·») «καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσ άγεται τῷ ὀνόματί μου, καὶ μέγα τὸ ὄνομά μου ἐν τοῖς Ἔθνεσι, λέγει Κύριος παντοκράτωρ.» (Περὶ δὲ Ἰουδαίων λέγει,) «Ὑμεῖς δὲ βεβηλοῦτε αὐτό.» ∆αβὶδ, «Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Μωϋσῆς, «Ἔασόν με ἐξαλεῖψαι τὸν λαὸν τοῦτον, καὶ δώσω σοι ἔθνος μέγα, καὶ πολὺ, 46.228 μᾶλλον τούτου.» Ἡσαΐας περὶ Ἰουδαίων, «Ἀκούετελόγον Κυρίου υἱοὶ Σοδόμων· προσέχετε νόμον Θεοῦ, λαὸς Γομόῤῥας.» Καὶ πάλιν, «Τὰ Σάββατα ὑμῶν, καὶ τὰς νεομηνίας μισεῖ ἡ ψυχή μου· καὶ τὰς εὐχὰς ὑμῶν οὐ προσδέξομαι· λούσασθε, καθαροὶ γί νεσθε· αἱ χεῖρες ὑμῶν μεμολυσμέναι αἵματι.» Καὶ ὅτι τοῦ νόμου σαφῶς διαγορεύοντος τὸ μὴ δεῖν ἔξω Ἰερουσαλὴμ καὶ τοῦ ναοῦ ἑορτάζειν κατὰ τὸ, «Σοὶ πρέπει ὕμνος, ὁ Θεὸς, ἐν Σιών· καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν Ἱερουσαλὴμ,» γέγραπται, «Ὅτι προσκυνήσουσι τῷ Κυρίῳ ἐκ τοῦ τόπου αὐτοῦ ἕκαστος.» Καὶ πάλιν ὁ Προφήτης, «Μέγα τὸ ὄνομα αὐτοῦ ἐν τοῖς Ἔθνεσι, καὶ ἐν