1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

10

τὸ καὶ μυρίοις ὀνείδεσιν αἰσχῦναι τὸν ἀδελφὸν, τὸν οὐδὲν ἠδικηκότα πολλάκις, τί οὐκ ἂν ἐργάσηται; Εἰ τὸ μνησικακεῖν μόνον τιμωρίας ἄξιον, τὸ καὶ ἐπεξιέναι πόσην ἔχει τὴν βάσανον; Ἀλλὰ μήπω περὶ τούτων, ἀλλ' ἐν τῷ οἰκείῳ ταῦτα φυλαττέσθω τόπῳ. Ἵνα 47.331 γὰρ τὰ ἄλλα παρῶ, αὐτὸ δὴ τοῦτο τὸ καταναγκάσαν ἡμᾶς εἰς τοῦτον καθεῖναι τὸν λόγον, οὐχ ἱκανὸν καὶ μόνον τῆς κατεχούσης νόσου τὴν κακίαν ἐνδείξασθαι; Εἰ γὰρ τὸ τῶν οἰκείων ἁμαρτημάτων μὴ ἐπαισθάνεσθαι, ἀλλ' ἀναλγήτως πλημμελεῖν, ἔσχατος ὅρος κακίας ἐστὶ, ποῦ τάξομεν τοὺς νέους τούτους νομοθέτας τῆς καινῆς ταύτης καὶ ἀτοπωτάτης νομοθεσίας, οἳ μετὰ πλείονος τῆς παῤῥησίας τοὺς τῆς ἀρετῆς ἀπελαύνουσι διδασκάλους, ἢ 47.332 τοὺς τῆς κακίας ἕτεροι, καὶ τῶν πλημμελησάντων πλέον τοῖς διορθοῦν βουλομένοις ἐκπεπολέμωνται; μᾶλλον δὲ πρὸς ἐκείνους μὲν οὔτε ἀηδῶς ἔχουσιν, οὔτε ἐγκαλοῦσί ποτε, τούτων δὲ κἂν ἀπογεύσαιντο ἡδέως μονονουχὶ βοῶντες καὶ δι' ὧν λέγουσι καὶ δι' ὧν ποιοῦσιν, ὅτι δεῖ τῆς κακίας ἀπρὶξ ἔχεσθαι, καὶ μηδέποτε ἐπανελθεῖν πρὸς ἀρετὴν, ὡς οὐ μόνον τοὺς μετιόντας αὐτὴν, ἀλλὰ καὶ τοὺς φωνὴν ὑπὲρ ταύτης ῥῆξαι τολμῶντας ἀμύνεσθαι δέον.

47.331 ΠΡΟΣ ΑΠΙΣΤΟΝ ΠΑΤΕΡΑ, ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ

αʹ. Ἱκανὰ μὲν οὖν καὶ ταῦτα ἔκστασιν ἐργάσασθαι καὶ φρίκην· κἂν τὸ

προφητικόν τις ἐκεῖνο ἐπὶ τούτοις φθέγγηται νῦν, ὅτι Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἡ γῆ ἐπὶ πλεῖον σφόδρα· καὶ, ὅτι Ἔκστασις καὶ φρικτὰ ἐγενήθη ἐπὶ τῆς γῆς, εὐκαίρως πάντα τὰ τοιαῦτα ἐρεῖ. Τὸ δὲ τούτων χαλεπώτερον, ὅτι οὐ μόνον ἀλλότριοί τινες, καὶ οὐδὲν τοῖς συμβουλευομένοις προσήκοντες τοιαῦτα ἀγανακτοῦσι καὶ δυσχεραίνουσιν, ἀλλὰ συγγενεῖς καὶ πατέρες ἔμαθον ὑπὲρ τούτων ὀργίζεσθαι. Καίτοι γε οὐκ ἀγνοῶ ὅτι πολλοὶ πρὸς μὲν τοὺς πατέρας τοῦτο ποιοῦντας οὐ σφόδρα ἐκπλήττονται· ἀποπνίγεσθαι δέ φασι τῷ θυμῷ, ὅταν ἴδωσι τοὺς μήτε πατέρας, μήτε φίλους, μήτε συγγενεῖς, μήτε ἄλλοθέν ποθεν ἐπιτηδείους, πολλάκις δὲ καὶ ἀγνῶτας ὄντας τοῖς φιλοσοφεῖν αἱρουμένοις τὸ αὐτὸ τοῦτο πάσχοντας, καὶ μᾶλλον τῶν πατέρων δακνομένους, καὶ πολεμοῦντας, καὶ κατηγοροῦντας τῶν ἀναπεισάντων αὐτούς. Ἐμοὶ δὲ τοὐναντίον εἶναι δοκεῖ θαυμαστόν. Τοὺς μὲν γὰρ μήτε κηδεμονίας, μήτε φιλίας ἔχοντάς τι δικαίωμα, οὐδὲν ἀπεικός ἐστιν ἐπὶ τοῖς ἀλλοτρίοις ἀλγεῖν ἀγαθοῖς, πὴ μὲν ὑπὸ βασκανίας ἁλισκομένους, πὴ δὲ τῆς οἰκείας κακίας τὴν τῶν ἄλλων ἀπώλειαν εὐτυχίαν εἶναι νομίζοντας, ἀθλίως μὲν καὶ ταλαιπώρως, νομίζοντας δ' οὖν ὅμως· τὸ δὲ τοὺς γεννησαμένους, τοὺς ἀναθρεψαμένους, τοὺς καθ' ἑκάστην εὐχομένους ἡμέραν εὐδοκιμωτέρους σφῶν αὐτῶν τοὺς παῖδας ἰδεῖν, τοὺς πάντα διὰ τοῦτο καὶ ποιοῦντας καὶ πάσχοντας· τούτους δὲ ὥσπερ ἔκ τινος μέθης ἐξαίφνης μεταβαλλομένους ἀλγεῖν, ἐπὶ φιλοσοφίᾳ τῶν παίδων ἀγομένων αὐτοῖς· τοῦτό ἐστιν ὃ μάλιστα πάντων ἐγὼ θαυμάζω, καὶ τοῦ πάντα διεφθάρθαι τεκμήριον εἶναί φημι ἱκανόν. Τοῦτο γὰρ οὐδ' ἐπὶ τῶν ἔμπροσθεν χρόνων ἔχοι τις ἂν γεγενημένον εἰπεῖν, ὅτε καὶ τῆς πλάνης ἐκράτει λαμπρῶς· ἀλλ' ἐγένετο μὲν ἅπαξ ἐν Ἑλληνίδι πόλει, τυραννουμένῃ δέ. Οὐδὲ γὰρ δὴ τότε τῶν γονέων τις καθάπερ νῦν, ἀλλ' οἱ τὴν ἀκρόπολιν καταλαβόντες, μᾶλλον δὲ οὐδὲ οὗτοι πάντες, ἀλλὰ καὶ τούτων αὐτῶν ὁ μιαρώτατος τὸν Σωκράτην καλέσας, ἐκέλευε τῶν ὑπὲρ φιλοσοφίας ἀποστῆναι λόγων. Ἀλλ' ἐκεῖνος μὲν καὶ τύραννος καὶ ἄπιστος καὶ ὠμὸς καὶ ἐπ' ἀνατροπῇ τῆς πολιτείας ἅπαντα πράττων, καὶ τοῖς ἀλλοτρίοις ἐντρυφῶν κακοῖς, καὶ εἰδὼς ὅτι πολιτείαν ἀρίστην οὐδὲν ἕτερον ἀνατρέψαι δύναται, ὡς τὸ τοιοῦτον ἐπίταγμα, ταῦτα ἐτόλμησεν· οὗτοι δὲ πιστοὶ, καὶ ἐν εὐνομουμέναις δῆθεν πόλεσι ζῶντες, καὶ περὶ παίδων τῶν αὐτῶν βουλευόμενοι, ταῦτα φθέγγεσθαι τολμῶσιν, ἃ περὶ τῶν τυραννουμένων ὁ τύ47.332 ραννος, καὶ οὐκ