10
τοῦτον τὸν καλόν, τὸν μέγαν, τὸν φαιδρόν, τὸν κατηστερωμένον, τὸν διαρκῆ, τὸν ἐπὶ τοσοῦτον ἑστηκότα χρόνον, ὁ Θεὸς οὗτος, ὃν σὺ περιεργάζῃ καὶ τῇ τῶν οἰκείων λογισμῶν ὑποβάλλεις περιγραφῇ, ὡς ἂν εἰ παίζων τις καλύβην ποιήσειεν, οὕτω μετ' εὐκολίας εἰργάσατο. Καὶ τοῦτο ἐμφαίνων ὁ Ἡσαΐας ἔλεγεν· «Ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν καὶ διατείνας αὐτὸν ὡς σκηνὴν ἐπὶ τῆς γῆς.» Ἀλλὰ τὴν γῆν βούλει ἰδεῖν; ἀλλὰ καὶ ταύτην ὡς οὐδὲν ἐποίησε. Περὶ μὲν γὰρ ἐκείνου λέγει· «Ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν καὶ διατείνας αὐτὸν ὡς σκηνὴν ἐπὶ τῆς γῆς», περὶ δὲ ταύτης· «Ὁ κατέχων τὸν γῦρον τῆς γῆς, ὁ ποιήσας τὴν γῆν ὡς οὐδέν», τὴν τοσαύτην καὶ τηλικαύτην. Ἐννόησον γὰρ πόσον μὲν ὁρῶν ὄγκον, πόσα δὲ ἀνθρώπων ἔθνη, πόσα δὲ ὕψη καὶ πλήθη φυτῶν, πόσας δὲ πόλεις καὶ πόσα οἰκοδομημάτων μεγέθη καὶ πόσα τετραπόδων, θηρίων, ἑρπετῶν πλήθη παντοδαπῶν ἐπὶ τὸν νῶτον φέρει τὸν ἑαυτῆς. Ἀλλ' ὅμως τὴν τοιαύτην καὶ τοσαύτην οὕτως εὐκόλως ἐποίησεν, ὡς καὶ τὸν προφήτην, μηδὲ παράδειγμα τῆς εὐκολίας δυνάμενον εὑρεῖν, εἰπεῖν ὅτι τὴν γῆν ἐποίησεν «ὡς οὐδέν». Ἐπειδὴ γὰρ οὐκ ἤρκει τὰ μεγέθη καὶ τὰ κάλλη τῶν ὁρωμένων τοῦ δημιουργοῦ παραστῆσαι τὴν δύναμιν, ἀλλὰ πολλῷ τῷ μέτρῳ ἐλείπετο τοῦ μεγέθους καὶ τῆς ἰσχύος τοῦ πεποιηκότος αὐτὰ ἁπάσης, εὗρον ἕτερον οἱ προφῆται τρόπον, δι' οὗ κατὰ δύναμιν τὴν ἑαυτῶν ἴσχυσαν παραδηλῶσαί τι πλέον ἡμῖν περὶ τῆς τοῦ Θεοῦ δυνάμεως. Ποῖον δὴ τοῦτον; Τὸ μὴ τὰ μεγέθη προθεῖναι τῶν κτισμάτων μόνον, ἀλλὰ καὶ τὸν τρόπον τῆς δημιουργίας εἰπεῖν, ἵν' ἑκατέρωθεν, καὶ ἐκ τοῦ μεγέθους τῶν γεγενημένων καὶ ἐκ τῆς κατὰ τὴν δημιουργίαν εὐκολίας, δυνηθῶμεν ἀξίαν τινὰ κατὰ δύναμιν τὴν ἡμετέραν ἔννοιαν λαβεῖν περὶ τῆς τοῦ Θεοῦ δυνάμεως. Μὴ τοίνυν τὸ μέγεθος ἐξέταζε μόνον τῶν γεγενημένων, ἀλλὰ καὶ τὴν εὐκολίαν τοῦ πεποιηκότος. Οὐκ ἐπὶ γῆς δὲ τοῦτο ἐνδείκνυται μόνον, ἀλλὰ καὶ ἐπ' αὐτῆς τῆς φύσεως τῶν ἀνθρώπων. Νῦν μὲν γάρ φησιν· «Ὁ κατέχων τὸν γῦρον τῆς γῆς, καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ ὡσεὶ ἀκρίδας», νῦν δέ φησιν· «Πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου ἐναντίον αὐτοῦ.» Μὴ ἁπλῶς παρέλθῃς τὸν λόγον, ἀλλ' ἀνάπτυξον τὸ εἰρημένον καλῶς καὶ ἐξέτασον· ἀναλόγισαι πάντα τὰ ἔθνη, Σύρους, Κίλικας, Καππαδόκας, Βιθυνούς, τοὺς τὸν Εὔξεινον πόντον οἰκοῦντας, Θρᾴκην, Μακεδονίαν, τὴν Ἑλλάδα πᾶσαν, τοὺς ἐν ταῖς νήσοις, τοὺς ἐν τῇ Ἰταλίᾳ, τοὺς ὑπὲρ τὴν καθ' ἡμᾶς οἰκουμένην, τοὺς ἐν ταῖς νήσοις ταῖς Βρεττανικαῖς, Σαυρομάτας, Ἰνδούς, τοὺς τὴν τῶν Περσῶν οἰκοῦντας γῆν, τὰ ἄλλα τὰ ἄπειρα γένη καὶ φῦλα ὧν οὐδὲ τὰ ὀνόματα ἴσμεν· ἀλλὰ πάντα ταῦτα τὰ ἔθνη «... ὡς σταγών, φησίν, ἀπὸ κάδου ἐναντίον αὐτοῦ». Πόσον μέρος εἶ τῆς σταγόνος ταύτης, εἰπέ μοι, ὅτι περιεργάζῃ τὸν Θεὸν ᾧ «πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου»; Καὶ τί χρὴ λέγειν περὶ οὐρανοῦ καὶ γῆς καὶ θαλάττης καὶ ἀνθρώπων φύσεως; Ἀναβῶμεν ὑπὲρ τὸν οὐρανὸν τῷ λόγῳ καὶ ἐπὶ τοὺς ἀγγέλους ἔλθωμεν. Ἴστε γὰρ δήπου τοῦτο ὅτι τῆς κτίσεως τῆς ὁρωμένης ταύτης εἷς ἄγγελος μόνος ἀντίρροπός ἐστι· μᾶλλον δὲ καὶ πολλῷ τιμιώτερος. Εἰ γὰρ ἀνθρώπου δικαίου ἄξιος οὐκ ἂν εἴη πᾶς ὁ κόσμος, καθὼς ὁ Παῦλος φησίν· «... ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος οὗτος», πολλῷ μᾶλλον ἀγγέλου οὐκ ἂν γένοιτό ποτε ἄξιος· πολλῷ γὰρ τῶν δικαίων ἄγγελοι μείζους. Ἀλλ' ὅμως μυρίαι μυριάδες εἰσὶν ἀγγέλων ἄνω καὶ χίλιαι χιλιάδες εἰσὶν ἀρχαγγέλων καὶ θρόνοι καὶ κυριότητες καὶ ἀρχαὶ καὶ ἐξουσίαι καὶ ἄπειροι δῆμοι ἀσωμάτων δυνάμεων καὶ φῦλα ἀμύθητα καὶ ταύτας ἁπάσας τὰς δυνάμεις μετὰ τοσαύτης εὐκολίας ἐποίησε μεθ' ὅσης οὐδεὶς λόγος παραστῆσαι δύναται. Ἤρκεσε γὰρ αὐτῷ τὸ θελῆσαι πρὸς ἅπαντα καὶ καθάπερ ἡμῖν ἡ βούλησις οὐ παρέχει κάματον, οὕτως οὐδὲ ἐκείνῳ τὸ δημιουργῆσαι τοσαύτας καὶ τηλικαύτας δυνάμεις. Καὶ τοῦτο ὁ προφήτης ἐμφαίνων ἔλεγε· «Πάντα ὅσα ἠθέλησεν ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ.» Ὁρᾷς ὅτι οὔχι πρὸς τὴν δημιουργίαν τῶν ἐν τῇ γῇ μόνον, ἀλλὰ καὶ πρὸς τὴν κτίσιν τῶν ἄνω δυνάμεων ἤρκεσεν ἡ θέλησις αὐτοῦ μόνη; Ταῦτα οὖν ἀκούων οὐ θρηνεῖς σαυτόν, εἰπέ μοι, καὶ κατορύττεις πρὸς