10
συγχωρήσει δὲ τῶν ἁμαρτημάτων τῶν εἰς τὸν ἐχθρὸν λύεται παραυτίκα. ∆ιὸ ἐκεῖνα μὲν μύρια τάλαντα ἐκάλεσεν ὁ Θεὸς, τὰ εἰς τὸν ∆εσπότην ἁμαρτήματα, ταῦτα δὲ ἑκατὸν δηνάρια· ἃ ἐὰν ἀφῇς, ἀφεθήσεταί σοι τὰ μύρια τάλαντα.
βʹ. Ἀλλὰ περὶ μὲν τῆς εὐχῆς ἱκανῶς εἴρηται. Εἰ δὲ δοκεῖ, μικρὸν ἀνωτέρω τὸν λόγον ἀγαγόντες, ἐπὶ τὸν τῆς προδοσίας ἐπανέλθωμεν λόγον, καὶ ἴδωμεν πῶς παρεδόθη ἡμῶν ὁ ∆εσπότης. Ἵνα δὲ καὶ τοῦ προδότου τὴν μανίαν ἅπασαν καταμάθωμεν, καὶ τοῦ μαθητοῦ τὴν ἀγνωμοσύνην γνῶμεν, καὶ τοῦ ∆εσπότου τὴν ἄφατον φιλανθρωπίαν, ἀκούσωμεν τοῦ εὐαγγελιστοῦ, πῶς ἡμῖν αὐτοῦ διηγεῖται τὴν τόλμαν· Τότε, φησὶ, πορευθεὶς εἷς τῶν δώδεκα, Ἰούδας ὁ λεγόμενος Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς, εἶπεν αὐτοῖς· Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; ∆οκεῖ μὲν γὰρ σαφὲς εἶναι τὸ λεγόμενον, καὶ μηδὲν πλέον αἰνίττεσθαι· εἰ δέ τις ἀκριβῶς ἐξετάσειεν ἕκαστον τῶν εἰρημένων, πολλὴν ἔχει θεωρίαν καὶ πολὺ τὸ βάθος τῶν νοημάτων. Καὶ πρῶτον ὁ καιρός. Οὐ γὰρ ἁπλῶς αὐτὸν ἐπισημαίνεται ὁ εὐαγγελιστής· οὐ γὰρ εἶπε, πορευθεὶς, ἁπλῶς· ἀλλὰ προσέθηκε, Τότε πορευθείς. Τότε· πότε; Καὶ τίνος ἕνεκεν ἐπισημαίνει τὸν χρόνον; Οὐχ ἁπλῶς ἡμῖν ἐπισημαίνεται τὸν καιρὸν ὁ εὐαγγελιστὴς Πνεύματι ἁγίῳ φθεγγόμενος· ὁ γὰρ Πνεύματι φθεγγόμενος, οὐδὲν ἁπλῶς οὐδὲ εἰκῆ φθέγγεται. Τί οὖν ἐστι τὸ, τότε; Πρὸ αὐτοῦ τοῦ χρόνου, πρὸ αὐτῆς τῆς ὥρας προσῆλθε κόρη ἀλάβαστρον μύρου ἔχουσα, καὶ κατέχεε τὸ ἔλαιον ἐκεῖνο ἐπὶ τὴν κεφαλὴν τοῦ Κυρίου. Ἐπεδείξατο πολλὴν πίστιν ἡ γυνὴ, ἐπεδείξατο πολλὴν θεραπείαν, ἐπεδείξατο πολλὴν ὑπακοὴν καὶ εὐλάβειαν· μετεβάλλετο ἀπὸ τοῦ βίου τοῦ προτέρου, καὶ ἐγένετο βελτίων καὶ σωφρονεστέρα. Καὶ ὅτε ἡ πόρνη μετενόησεν, ὅτε τὸν ∆εσπότην ἐπέγνω, τότε ὁ μαθητὴς τὸν διδάσκαλον παρέδωκε. Τότε· πότε; Ὅτε πόρνη προσελθοῦσα, τὸ ἀλάβαστρον τοῦ μύρου καταχέασα κατὰ τῶν ποδῶν τοῦ Ἰησοῦ, ταῖς οἰκείαις θριξὶν ἐξέμαξε, καὶ πολλὴν τὴν θεραπείαν ἐπεδείκνυτο, τὰ ἐν παντὶ τῷ χρόνῳ ἁμαρτήματα ἐξαλείφουσα διὰ τῆς ἐξομολογήσεως αὐτῆς. Τότε οὖν, ὅτε ἐκείνην ἐθεάσατο τοσαύτην θεραπείαν τῷ διδασκάλῳ ἐπιδειξαμένην, τότε αὐτὸς ἐπὶ τὴν παράνομον προδοσίαν 49.385 ἔσπευσε. Κἀκείνη μὲν ἀπ' αὐτοῦ τοῦ πυθμένος τῆς κακίας εἰς αὐτὸν τὸν οὐρανὸν ἀνῆλθεν· οὗτος δὲ μετὰ μυρία θαύματα καὶ σημεῖα, μετὰ τὴν τοσαύτην διδασκαλίαν, μετὰ τὴν ἄφατον συγκατάβασιν, εἰς αὐτὸν τὸν πυθμένα τῶν ταρτάρων κατέπεσε. Τοσοῦτόν ἐστι ῥᾳθυμία κακὸν καὶ προαίρεσις διεφθαρμένη. ∆ιὸ καὶ Παῦλος ἔλεγεν· Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ· καὶ ὁ προφήτης πάλαι ἐβόα· Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; ἵνα μήτε ὁ ἑστὼς θαῤῥῇ, ἀλλ' ἐναγώνιος ᾖ διηνεκῶς, μήτε ὁ καταπεσὼν ἀπογνῷ ἑαυτοῦ. Τοσαύτη γὰρ ἡ δύναμις τοῦ διδασκάλου, ὡς καὶ πόρνας καὶ τελώνας ἐπισπάσασθαι πρὸς τὴν οἰκείαν ὑποταγήν. Τί οὖν φησιν; Ὁ πόρνας ἐπισπασάμενος, μαθητὴν οὐκ ἴσχυσεν ἐπισπάσασθαι; Ναὶ, ἴσχυεν ἐπισπάσασθαι καὶ τὸν μαθητήν· ἀλλ' οὐκ ἐβούλετο αὐτὸν ἀνάγκῃ ποιῆσαι καλὸν, οὐδὲ βίᾳ ἑλκύσαι αὐτὸν πρὸς ἑαυτόν. ∆ιὰ τοῦτο ὁ εὐαγγελιστὴς διηγούμενος ἡμῖν τὰ κατὰ τὸν μαθητὴν τὸν ἀγνώμονα ἔλεγε· Τότε πορευθεὶς, τουτέστιν, οὐχ ὑφ' ἑτέρων κληθεὶς, οὔτε βιασθεὶς παρ' ἄλλου, οὐδὲ παρ' ἑτέρου δεξάμενος τὴν προτροπὴν, ἀλλ' οἴκοθεν κινούμενος ἐπὶ τοῦτο ἐτράπη, δεικνὺς ὅτι αὐτομάτως, καὶ ἐξ οἰκείας γνώμης ἐπὶ τὸ παράνομον τοῦτο τόλμημα ὥρμησεν, ἐξ οὐδεμιᾶς αἰτίας κινούμενος, ἀλλ' ὑπὸ τῆς πηγαζούσης ἔνδοθεν κακίας ἐπὶ τὴν προδοσίαν τοῦ ∆εσπότου ἑαυτὸν ὠθήσας· Τότε πορευθεὶς εἷς τῶν δώδεκα. Καὶ τοῦτο οὐ μικρὸν ἕγκλημα τὸ εἰπεῖν, Εἷς τῶν δώδεκα. Ἐπειδὴ γὰρ ἦσαν καὶ ἕτεροι ἑβδομήκοντα μαθηταὶ, διὰ τοῦτο εἶπεν, Εἷς τῶν δώδεκα, τουτέστι, τῶν ἐγκρίτων, τῶν καὶ καθ' ἑκάστην αὐτῷ συναναστρεφομένων, τῶν πολλῆς ἀπολαυόντων τῆς παῤῥησίας. Ἵνα οὖν μάθῃς ὅτι μαθητὴς ἦν τῶν δοκίμων, φησίν· Εἷς τῶν δώδεκα. Καὶ οὐ παρασιωπᾷ ταῦτα γράφων ὁ εὐαγγελιστὴς, ἵνα σὺ πεισθεὶς ὅτι ταῦτα τὰ δοκοῦντα ἐπονείδιστα