1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

10

ἐστὶν ἔσχατος ὅρος κακίας, κώλυμα φαίνηται γινόμενον, καὶ τοῖς ἁγίοις παρέχῃ τῆς ψυχῆς τὴν ἀνδρείαν ἐπιδείκνυσθαι, τίνος ἂν τύχοιεν συγγνώμης οἱ διαβάλλοντες αὐτὸ καὶ κακίζοντες; Οὐ γὰρ δὴ ταῦτα ἂν ἔχοιμεν περὶ αὐτοῦ μόνα εἰπεῖν, ἀλλ' ὅτι καὶ θεογνωσίας ἡμῖν αἴτιον γέγονεν αὐτό. Εἰ γὰρ τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, καὶ ἡ πίστις ἐξ ἀκοῆς, εὔδηλον ὅτι δι' ὀφθαλμῶν καὶ ὤτων χειραγωγηθεῖσα ἡ ψυχὴ τὸν ποιήσαντα αὐτὴν ἐπέγνω Θεόν. ∆ιὰ τοῦτο αὐτὸ φιλεῖ Παῦλος, καὶ βοᾷ λέγων, ὅτι Οὐ θέλομεν αὐτὸ ἐκδύσασθαι, ἀλλ' ἐπενδύσασθαι αὐτῷ τὴν ἀθανασίαν. Καὶ μή μοι λέγε· Πῶς δύναται ἀναστῆναι τὸ σῶμα πάλιν καὶ γενέσθαι ἄφθαρτον; Ὅταν γὰρ ἡ τοῦ Θεοῦ δύναμις ἐργάζηται, τὸ πῶς μὴ προσκείσθω. Καὶ τί λέγω ἐπὶ Θεοῦ; Σὲ δημιουργὸν αὐτὸν ἐποίησεν ἀναστάσεως γενέσθαι, τοῦτο μὲν ἐπὶ τῶν σπερμάτων, τοῦτο δὲ ἐπὶ τῶν τεχνῶν, τοῦτο δὲ ἐπὶ τῶν ὑλῶν τῶν μεταλλικῶν. Καὶ γὰρ τὰ σπέρματα ἂν μὴ πρότερον ἀποθάνῃ καὶ σαπῇ καὶ διαφθαρῇ, οὐ τίκτει τὸν ἄσταχυν. Ὥσπερ οὖν ὁρῶν ἐκεῖ τὸν κόκκον σηπόμενον καὶ διαλυόμενον, οὐκ ἀμφιβάλλεις περὶ τῆς ἀναστάσεως, ἀλλ' ἀπόδειξιν σαυτοῦ ποιεῖσαι σαφεστάτην· ἂν γὰρ μὴ μείνῃ σηπόμενος μηδὲ φθειρόμενος, οὐκ ἂν ἀνασταίη ποτέ· οὕτω καὶ ἐπὶ τοῦ σώματος λογίζου τοῦ σοῦ· ὅταν ἴδῃς τὴν φθορὰν, τότε μάλιστα περὶ τῆς ἀναστάσεως φιλοσόφει. Ὁ γὰρ θάνατος οὐδὲν ἕτερόν ἐστιν, ἢ τῆς φθορᾶς λοιπὸν ἀναίρεσις· οὐ γὰρ δὴ τὸ σῶμα ἁπλῶς, ἀλλὰ τὴν φθορὰν αὐτοῦ δαπανᾷ ὁ θάνατος. Τοῦτο καὶ ἐπὶ τῶν μεταλλικῶν ἔστιν ἰδεῖν ὑλῶν συμβαῖνον. Τὴν γοῦν χρυσῖτιν γῆν λαμβάνουσιν οἱ περὶ ταῦτα ἔμπειροι, καὶ τῷ χωνευτηρίῳ παραδιδόντες χρυσίον ἐργάζονται, καὶ ἄμμον καὶ ἑτέραν ὕλην ἀναμιγνύντες, ὕελον καθαρὸν ἐποίησαν. Εἶτα ὅπερ ἡ τοῦ πυρὸς δύναμις, τοῦτο ἡ τοῦ Θεοῦ οὐ δυνήσεται χάρις, εἰπέ μοι; καὶ τίς ἂν ταῦτα εἴποι τῶν ὁπωσοῦν νοῦν ἐχόντων; Πῶς σε παρὰ τὴν ἀρχὴν ἐποίησεν, ἐννόησον, καὶ μηκέτι ἀμφίβαλλε περὶ τῆς ἀναστάσεως. Οὐχὶ γῆν ἔλαβε καὶ ἔπλασε; καίτοι τί δυσκολώτερον, ἀπὸ γῆς ποιῆσαι σάρκας καὶ φλέβας καὶ δέρμα καὶ ὀστᾶ καὶ ἶνας καὶ νεῦρα καὶ ἀρτηρίας, καὶ τὰ ὀργανικὰ, καὶ τὰ ἁπλᾶ σώματα, ὀφθαλμοὺς, ὦτα, ῥῖνας, πόδας καὶ χεῖρας, καὶ ἑκάστῳ τούτων καὶ ἰδίαν καὶ κοινὴν ἐνθεῖναι τὴν ἐνέργειαν, ἢ φθαρτὰ γενόμενα ἀθάνατα ἐργάσασθαι; Οὐχ ὁρᾷς πῶς μονοειδὴς μὲν ἡ γῆ, ποικίλον δὲ καὶ πολυειδὲς τὸ σῶμα, καὶ κατὰ τὰς ἐνεργείας, καὶ κατὰ τὰ χρώματα, καὶ κατὰ τὴν διάπλασιν, καὶ κατὰ τὰς οὐσίας, καὶ κατὰ τὰ ἄλλα πάντα; Πῶς οὖν ὑπὲρ τῶν μελλόντων ἀμφιβάλλεις, εἰπέ μοι; καὶ τί χρὴ λέγειν περὶ σωμάτων; Τὰς γὰρ ἀπείρους δυνάμεις, καὶ τοὺς δήμους τῶν ἀγγέλων, τοὺς ἀρχαγγέλους, τὰ ἀνώτερα τάγματα τούτων, πῶς ἐποίησεν, εἰπέ μοι; Ἐγὼ μὲν γὰρ τὸν τρόπον οὐκ ἂν ἔχοιμι λέγειν, ὅτι δὲ ἤρκεσεν αὐτῷ τὸ θελῆσαι μόνον. Εἶτα ὁ τοσαύτας στρατιὰς ἀσωμάτους ἐργασάμενος, ἀνθρώπου σῶμα διαφθαρὲν ἀνανεῶσαι πάλιν οὐ δύναται, καὶ εἰς μείζονα ἀγαγεῖν ἀξίαν; Καὶ τίς οὕτως ἀναίσθητος, ὡς ὑπὲρ τούτων ἀμφιβάλλειν, 50.430 καὶ τὴν ἀνάστασιν ἀναιρεῖν; Εἰ γὰρ μὴ ἀνίσταται σῶμα, οὐκ ἀνίσταται ἄνθρωπος· ὁ γὰρ ἄνθρωπος οὐκ ἔστι ψυχὴ μόνον, ἀλλὰ ψυχὴ καὶ σῶμα. Εἰ τοίνυν ψυχὴ μόνον ἀνίσταται, ἐξ ἡμισείας τὸ ζῶον ἀνίσταται, ἀλλ' οὐχ ὁλόκληρον· ἄλλως δὲ ἐπὶ ψυχῆς οὐκ ἂν λεχθείη κυρίως ἀνάστασις. Ἀνάστασις γάρ ἐστι τοῦ πεσόντος καὶ διαλυθέντος, ψυχὴ δὲ οὐ διαλύεται, ἀλλὰ σῶμα. Τί δέ ἐστι τὸ, Εἴ γε καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα; Μυστήριον μέγα καὶ ἀπόῤῥητον ἡμῖν ἐνταῦθα αἰνίττεται. Ποῖον δὴ τοῦτο; Ὃ καὶ ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ φησιν· ὅτι Πάντες ἀναστησόμεθα, ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι. Τί δέ ἐστι τὸ λεγόμενον; ὅτι καὶ Ἕλλην καὶ Ἰουδαῖος καὶ αἱρετικὸς καὶ πᾶς ἄνθρωπος εἰς τὸν κόσμον τοῦτον παρελθὼν, κατ'