10
εἶδε, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Ἔγραψε τοίνυν εἰς τὴν προῖκα ἀθανασίαν, αἶνον μετὰ ἀγγέλων, ἀπαλλαγὴν θανάτου, ἐλευθερίαν ἁμαρτίας, κληρονομίαν βασιλείας (πολὺς ὁ πλοῦτος), δικαιοσύνην, ἁγιασμὸν, ἀπαλλαγὴν τῶν παρόντων, εὕρεσιν τῶν μελλόντων. Μεγάλη μοι ἦν ἡ προῖξ. Πρόσχες μετὰ ἀκριβείας· βλέπε τί ποιεῖ. Ἦλθε λαβεῖν τὴν πόρνην, λέγω γὰρ αὐτὴν, ὡς ἦν ἀκάθαρτος, ἵνα 52.408 μάθῃς τοῦ νυμφίου τὸν ἔρωτα. Ἦλθεν, ἔλαβέ με, γράφει μοι προῖκα· λέγει· ∆ίδωμί σοι πλοῦτον τὸν ἐμόν; Πῶς; Ἀπώλεσας, λέγει, παράδεισον; λάβε αὐτόν. Ἀπώλεσας, λέγει, τὸ εὐειδές; λάβε αὐτό· λάβε ταῦτα πάντα. Ἀλλ' ἡ προῖξ μου οὐκ ἐδόθη μοι ὧδε. ιγʹ. Πρόσεχε, διὰ τοῦτο εἰς τὴν προῖκα ταύτην προλέγει· ἔγραψέ μοι ἐν τῇ προικὶ ἀνάστασιν σωμάτων, ἀφθαρσίαν. Οὐ γὰρ ἀκολουθεῖ πάντως τῇ ἀναστάσει ἡ ἀφθαρσία, ἀλλὰ δύο ἦν ταῦτα. Καὶ γὰρ πολλοὶ ἀνέστησαν, καὶ πάλιν ἔπεσον, ὥσπερ ὁ Λάζαρος, καὶ τὰ σώματα τῶν ἁγίων. Ἀλλ' οὗτος οὐχ οὕτως, ἀλλ' ἀνάστασιν, ἀφθαρσίαν, τὴν μετὰ ἀγγέλων χορείαν, τὴν τοῦ Υἱοῦ ἀπάντησιν ἐν νεφέλαις, καὶ τὸ, Οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα, τὴν ἀπαλλαγὴν τοῦ θανάτου, τὴν ἐλευθερίαν τῆς ἁμαρτίας, τὸν καταποντισμὸν τῆς τελευτῆς. Ποῖον ἐκεῖνον; Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Ἀγαθά μοι δίδως, ἃ οὐκ οἶδα; Λέγει, Ναί· ὧδε ἁρμόζω, ὧδέ με φίλει. Εἰς τί οὐ δίδως μοι τὴν προῖκα ὧδε; Ὅταν ἔλθῃς πρὸς τὸν Πατέρα μου, ὅταν ἔλθῃς εἰς τὰς βασιλικὰς αὐλάς. Ἐγὼ πρὸς σὲ ἦλθον, μὴ γὰρ σὺ πρὸς μέ; Ἦλθον οὐχ ἵνα μείνῃς, ἀλλ' ἵνα λάβω σε καὶ ἀνέλθω. Μὴ ζήτει ὧδε τὴν προῖκα· πάντα ἐν ἐλπίδι, πάντα ἐν πίστει. Καὶ οὐδέν μοι δίδως ἐνταῦθα; Λέγει· Λάβε ἀῤῥαβῶνα, ἵνα μοι πιστεύσῃς περὶ τοῦ μέλλοντος· λάβε ὑπόβολα, λάβε καὶ μνῆστρα. ∆ιὰ τοῦτο Παῦλος λέγει, Ἡρμοσάμην γὰρ ὑμᾶς. Ὡς μνῆστρα ἔδωκεν ἡμῖν τὰ παρόντα ὁ Θεός· μνῆστρά ἐστι τὰ παρόντα, ἀῤῥαβών ἐστιν· ἡ προῖξ ὅλη ἐκεῖ μένει. Πῶς; ἐγὼ λέγω· ὧδε γηρῶ, ἐκεῖ οὐ γηρῶ· ὧδε θνήσκω, ἐκεῖ οὐ θνήσκω· ὧδε λυποῦμαι, ἐκεῖ οὐ λυποῦμαι· ὧδε πενία, καὶ νόσος, καὶ ἐπιβουλαὶ, ἐκεῖ οὐδὲν τοιοῦτον· ὧδε σκότος, καὶ φῶς, ἐκεῖ φῶς μόνον· ὧδε ἐπιβουλὴ, ἐκεῖ ἐλευθερία· ὧδε νόσος, ἐκεῖ ὑγίεια· ὧδε ζωὴ ἔχουσα τέλος, ἐκεῖ ζωὴ οὐκ ἔχουσα τέλος· ὧδε ἁμαρτία, ἐκεῖ δικαιοσύνη, ἁμαρτία δὲ οὐδαμοῦ· ὧδε φθόνος, ἐκεῖ οὐδὲν τοιοῦτον. ∆ός μοι, φησὶν, ταῦτα. Ἀνάμενε, ἵνα καὶ οἱ σύνδουλοί σου σωθῶσιν, ἀνάμενε. Ὁ βεβαιῶν ἡμᾶς, καὶ δοὺς ἡμῖν τὸν ἀῤῥαβῶνα. Ποῖον ἀῤῥαβῶνα; Τὸ Πνεῦμα τὸ ἅγιον, τοῦ Πνεύματος τὴν χορηγίαν. Ἀλλὰ λέγω περὶ τοῦ Πνεύματος. Ἔδωκε τοῖς ἀποστόλοις τὸν δακτύλιον, εἰπών· Λάβετε καὶ δότε πᾶσιν. Ὁ δακτύλιος μερίζεται; Μερίζεται καὶ οὐ διαιρεῖται· μερίζεται καὶ οὐκ ἀναλίσκεται. Μάθε Πνεύματος χορηγίαν· ἔλαβε Πέτρος, ἔλαβε καὶ Παῦλος Πνεῦμα ἅγιον. Περιῆλθε τὴν οἰκουμένην, ἁμαρτωλοὺς ἀπήλλαττεν ἁμαρτημάτων, χωλοὺς διώρθου, γυμνοὺς ἐνέδυε, νεκροὺς ἤγειρε, λεπροὺς ἐκαθάριζε, διάβολον ἐπεστόμιζε, δαίμονας ἀπέπνιγε, τῷ Θεῷ διελέγετο, Ἐκκλησίαν ἐφύτευσε, ναοὺς κατέσκαψε, βωμοὺς ἀνέτρεψε, τὴν κακίαν ἔλυσε, τὴν ἀρετὴν ἐφύτευσε, τοὺς ἀνθρώπους ἀγγέλους ἐποίησε. ιδʹ. Ταῦτα πάντα ἦμεν. Ἀῤῥαβὼν ἐπλήρωσε τὴν οἰκουμένην ἅπασαν. Ἅπασαν δὲ ὅταν εἴπω, λέγω, ὅσην ἥλιος ἐφορᾷ γῆν, θάλασσαν, νήσους, ὄρη, νάπας, καὶ 52.409 βουνούς. Περιῆλθε καθάπερ ὑπόπτερος ὁ Παῦλος ἑνὶ στόματι παλαίων, ὁ σκηνοποιὸς, ὁ σμίλην μεταχειριζόμενος, καὶ δέρματα ῥάπτων· καὶ αὕτη ἡ τέχνη κώλυμα τῇ ἀρετῇ οὐκ ἐγένετο, ἀλλ' ὁ σκηνοποιὸς δαιμόνων ἰσχυρότερος, ὁ ἄστομος φιλοσόφων