10
ἀρετῇ· ἀποθνῄσκεις γάρ, φησίν. Μὴ ἔχου τῆς κακίας· ἀποθνῄσκεις γάρ. Ἐπειδὴ εἶπεν ὅτι οἱ φοβούμενοι τὸν θεὸν ζήσονται, διὰ τοῦτο πάλιν λέγει πόσον καλὸν ζωή, πόσον κακὸν θάνατος. Ὅρα πάλιν πῶς πείθει μετριάζειν. Ἐπέστρεψα καὶ εἶδον ὑπὸ τὸν ἥλιον ὅτι οὐ τοῖς κούφοις ὁ δρόμος, οὐ τοῖς δυνατοῖς ὁ πόλεμος, καί γε οὐ τῷ σοφῷ ἄρτος καὶ οὐ τοῖς συνετοῖς ὁ πλοῦτος, καί γε οὐ τοῖς γινώσκουσιν χάρις. Ὅτι καιρὸς καὶ ἀπάντημα συναντήσεται ἓν σύμπασιν αὐτοῖς. Ὅτι καί γε οὐκ ἔγνω ὁ ἄνθρωπος τὸν καιρὸν αὐτοῦ· ὡς οἱ ἰχθύες οἱ θηρευόμενοι ἐν ἀμφιβλήστρῳ κακῷ, καὶ ὡς ὄρνεα ἐν παγίδι. Ταῦτα λέγει διδάσκων μὴ τοῖς πράγμασιν θαρρεῖν, ἀλλὰ τὴν ἐλπίδα ἔχειν εἰς τὸν θεόν, μὴ τὰ πλεονεκτήματα τῆς ἀνθρωπίνης φύσεως μέγα τι νομίζειν. Καὶ γὰρ ἀποθανοῦνται πάντες. Οὐ τοῦτο μόνον, ἀλλ' ὅτι οὕτως ἀποθνῄσκουσιν, ὡς οἱ ἰχθύες οἱ θηρευόμενοι κακῶς ἐν ἀμφιβλήστρῳ· οὕτω καὶ οὗτοι οὐκ ἴσασιν τὴν τελευτήν. Καί γε τοῦτο εἶδον σοφίαν ὑπὸ τὸν ἥλιον, καὶ μεγάλη ἐστὶν πρός με· πόλις μικρὰ καὶ ἄνδρες ἐν αὐτῇ ὀλίγοι, καὶ ἔλθῃ ἐπ' αὐτὴν βασιλεὺς μέγας καὶ κυκλώσῃ αὐτὴν καὶ οἰκοδομήσῃ ἐπ' αὐτὴν χάρακας μεγάλους, καὶ εὕρῃ ἐν αὐτῇ ἄνδρα πένητα καὶ σοφόν, καὶ διασώσῃ αὐτὸς τὴν πόλιν ἐν τῇ σοφίᾳ αὐτοῦ· καὶ ἄνθρωπος οὐκ ἐμνήσθη σὺν τοῦ ἀνδρὸς τοῦ πένητος. Καὶ εἶπα· ἀγαθὴ σοφία ὑπὲρ δύναμιν· καὶ σοφία τοῦ πένητος ἐξουδενωμένη. Ὃ λέγει τοῦτ' ἔστιν· μέγα πρᾶγμα οἰκτίρμονα εἶναι καὶ φιλελεήμονα καὶ τὴν διόρθωσιν τῶν πεπτωκότων καὶ κειμένων ποιούμενον, κἂν μεγάλα ᾖ τὰ δεινὰ τοῖς ἐκπεπολεμωμένοις ἐπικουρεῖν, κἂν πένητες ὦσιν, μὴ παρορᾶν.
10 Ἐὰν τὸ πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σέ, τὸν τόπον σου μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύσει ἁμαρτίας μεγάλας. Τοῦτ' ἔστιν μὴ ἀφῇς· μὴ καταφρονήσῃς, ἐὰν ὀργισθῇ σοι ὁ κρατῶν· τὸ γὰρ βούλεσθαι καταλλάττειν ἑαυτῷ *** Τὸν τόπον μὴ ἀφῇς· τουτέστιν, ἢ φύγε ἢ ἔκκλινον ἢ πάντα τρόπον ἀπολογίας κίνησον· τοῦτο γὰρ ἰάσεται τὰ ἁμαρτήματα. Ἔστιν πονηρία ἣν εἶδον ὑπὸ τὸν ἥλιον, ὡς ἀκούσιον ἐξῆλθεν ἀπὸ προσώπου τοῦ ἐξουσιάζοντος· ἐδόθη ὁ ἄφρων ἐν ὕψεσιν μεγάλοις, καὶ πλούσιοι ἐν ταπεινῷ καθεσθήσονται· εἶδον δούλους ἐφ' ἵππους καὶ ἄρχοντας πορευομένους ὡς δούλους ἐπὶ τῆς γῆς. Οἱ μὲν σοφοὶ ἐταπεινώθησαν, ὑψώθησαν δὲ τοὐναντίον καὶ δοῦλοι καὶ ἄφρονες. Ὁ ὀρύσσων βόθρον ἐμπεσεῖται εἰς αὐτόν, <καὶ καθαιροῦντα φραγμὸν δήξεται αὐτὸν ὄφις>. Εἶτα ἀπὸ τῶν συμβαινόντων λέγει ὅτι πολλάκις τοῖχόν τις κατέβαλεν ἢ διώρυξεν καί, τοῦ μέλλοντος ἀδικεῖσθαι μὴ παρόντος, ὄφις αὐτὸν κατέφαγεν. Πιστώσασθαι οὖν τὸν λόγον βούλεται, ἢ πεῖσαι ὅτι ταῦτα οὐχ ἁπλῶς γίγνεται, ἀλλὰ τοῦ θεοῦ πέμποντος τὰ θηρία. Ἐξαίρων λίθους διαπονηθήσεται ἐν αὐτοῖς. Ἐὰν πέσῃ τὸ σιδήριον, καὶ αὐτὸς πρόσωπον ἐτάραξεν, καὶ δυνάμεις δυναμώσει, καὶ περισσεία τῷ ἀνδρὶ ἐν σοφίᾳ. Ὁ ἐλέγχων πάντα πόνον ὑπομένει πολὺν καὶ πολὺν τὸν ἱδρῶτα. Ἐὰν πέσῃ τὸ σιδήριον σχίζοντος ξύλα, κινδυνεύσει ἐπ' αὐτοῖς. Τουτέστιν, οὐδὲ ἐκεῖ τι γέγονεν· ἢ τοῦτο λέγει ὅτι πολλὰς ἔχει ἀφορμὰς ὁ θεὸς τοῦ κολάζειν καὶ τιμωρεῖσθαι. Ἐὰν δάκῃ ὄφις ἐν καιρῷ θερισμοῦ, οὐκ ἔστιν περισσεία τῷ ἐπᾴδοντι.
Οὐδὲν πλέον, φησίν· τότε γὰρ χαλεπὰ τὰ δήγματα. Τοῦτο οὖν φησιν, ὅτι, ἐὰν μὴ προλαβὼν μετανοήσῃς, οὐδέν σοι πλέον ἔσται, ἀλλὰ λήψῃ πληγὴν ἀπαραμύθητον, ὅταν δέῃ θερισθῆναί σου τὸ ἁμάρτημα. Οὐκ ἔγνω ἄνθρωπος τὸ γενόμενον, καὶ τί τὸ ἐσόμενον· τί ὀπίσω αὐτοῦ, τίς ἀπαγγελεῖ αὐτῷ; [Μόχθος τῶν ἀφρόνων κακώσει αὐτόν, ὃς οὐκ ἔγνω τοῦ πορευθῆναι.] Ἴσως τε, εἰ ἦν τις ὁ <τὰ> μετὰ ταῦτα ἀπαγγέλλων αὐτῷ, ἔγνω ἂν ὅτι τὸ γενόμενον αὐτό ἐστιν τὸ μέλλον· διὰ τὸ ὀλιγοχρόνιος εἶναι, οὐκ οἶδεν τὰ πάντα. ∆ιὰ τοῦτο παραμυθίαν οὐ μικρὰν ἡμῖν ἔδωκεν τὰς γραφὰς ὁ θεός· πλὴν οὐ πάντα λέγουσιν αἱ γραφαὶ τὰ κατὰ τὸν χρόνον τὸν ἔμπροσθεν. Μόχθος ἄφρονος κακώσει αὐτόν, ὃς οὐκ ἔγνω πορευθῆναι εἰς πόλιν. Ἐμοὶ δοκεῖ λέγειν τοὺς κακουργοῦντας ἐν ταῖς ἐρημίαις, τοὺς μυρία τεκταινομένους.