1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

10

πετεινοῖς οἷς ἤθελον προσέταττον· πᾶσα ἡ κτίσις ὡς δεσπότῃ μοι προσέβλεπεν. Ἀπηλλο 56.534 τρίωμαι τούτων ὡς παραβάτης· ἐξωρίσθην τῆς τρυφῆς ὡς ἀνδράποδον· ἐδιώχθην τῆς χαρᾶς σου ὡς παράνομος· ἀπηλάθην τῆς κατοικίας σου ὡς δραπέτης. Τί κλαύσω πρῶτον, τί δεύτερον; τὴν στέρησιν τοῦ κάλλους σου; τὴν χαρὰν τὴν ἄληκτον; τὴν ἀμέριμνον ζωήν; τὴν ἀκήρατον δόξαν; τῶν ἀγγέλων τὴν ἀλλοτρίωσιν; τὴν τῶν ἀρχαγγέλων στέρησιν; τῆς βασιλείας τὸ κλέος; τῶν δένδρων τὴν τερπνότητα; τοῦ φωτός σου τὴν λαμπαδουχίαν; τὴν μαρμαρυγὴν τὴν ἀκήρατον; τὴν γύμνωσιν ἣν περίκειμαι; τῆς ἀσχημοσύνης τὰ λείψανα; τὸν ὀνειδισμὸν τῶν ἀγγέλων· τῶν θηρίων τὸ ἀνυπότακτον; τῶν κτηνῶν τὸ ἄκαμπτον; τοῦ Θεοῦ τὴν φιλίαν; τοῦ Πνεύματος τὴν ἀλλοτρίωσιν; τὸν μακαρισμὸν τὸν ἀΐδιον; Ποῖον κοπετὸν κόψομαι; ποῖον κλαυθμὸν θρηνήσω· ποίαν ταπείνωσιν ἀσπάσομαι; ποίαν τραγῳδίαν ἄρξομαι; ποῖον στεναγμὸν ἀναπέμψω; ποίαν ὀδύνην καταπαύσω; τὴν ἀρτίως παρεστῶσαν; τὴν μετὰ ταῦτα; τὴν ἐν τοῖς καταχθονίοις, τὴν ἐν ἱδρῶτι τοῦ προσώπου; τῶν ἀκανθῶν τὴν βλάστησιν; τῆς γῆς τὴν ἐπιτίμησιν; Οὐ φέρω τῆς λύπης τὰ λείψανα, οὐ φέρω τὸν στεναγμὸν, οὐ φέρω ἀπέναντι τῆς τρυφῆς σου καθήμενος βλέπειν σε. Ξένος γὰρ γέγονα τῆς σῆς διατριβῆς, ξένος τῆς σῆς κατοικίας, ἀλλότριος τῆς ἀϊδίου ἀπολαύσεως, ξένον ἐμαυτὸν κατέστησα τοῦ Θεοῦ οἰκείᾳ μου βουλῇ. Ξένος ἀπάρτι γενήσομαι τῆς σῆς θεωρίας καὶ ὁράσεως. Οὐκέτι σου τῆς τρυφῆς ἀπολαύσω, οὐκέτι τῆς μακαριότητός σου ἡδυνθῶ, οὐκέτι σου τῆς θέας ἀπολαύσω, οὐκέτι σου τῆς μαρμαρυγῆς ἐλλαμφθῶ, οὐκέτι ἐν σοὶ κατοικήσω. Πάντα κενά μοι γέγονε· πάντα παρῆλθον ὡς σκιά· πάντα διέβη ὡς ὄναρ· πάντα ἠφανίσθησαν ὡς ἀνύπαρκτα ἀπὸ τῶν ὀφθαλμῶν μου. Εἰ δύνασαι, κἂν σὺ παρακάλεσαι τὸν πλάστην, ὅπως μὴ χωρισθῶ τῆς συναυλίας σου. Κατάκαμψον τὰ δένδρα σου, καὶ πρόσπεσον τῷ εὐσπλάγχνῳ, καὶ τῷ ἤχῳ τῶν φύλλων σου ἀνάκραξον ἐν ἰσχΰι. Πανόλβιος γέγονας κελεύσματι τοῦ ∆εσπότου, καὶ παῤῥησίαν ἔχεις ὡς οἶκος τοῦ Θεοῦ ἡμῶν. Ἆρον ὥσπερ ὀφθαλμοὺς τῶν καρπῶν σου τὰ εἴδη, καὶ ὥσπερ στόμα εὔλαλον τὴν τῶν φυτῶν εὐωδίαν, ἵνα μείνῃς ἀνεῳγμένος τῷ σὲ ἀγαπήσαντι. Ἰδοὺ νῦν τὸ στόμα μου κράζειν ἐκοπίασε· ἰδοὺ καὶ ἡ γλῶσσά μου λαλεῖν ἀπεπαύσατο· ἰδοὺ καὶ ὁ λάρυγξ μου σιγῇ καταδέδεται. Ὡς παράβουλος κατακέκριμαι, ὡς ἄθλιος γεγύμνωμαι, ὡς ἄνομος ἐκβέβλημαι, ὡς γήϊνος τῇ γῇ παρεδόθην, ὅθεν ἐξῆλθον· ὅθεν ἐπλάσθην, ἀναλύω, καὶ οὐκέτι σου θεωρῶ τοῦ κάλλους τὴν ὡραιότητα. Εἶτα στραφεὶς πρὸς τὴν γυναῖκα, ὀνειδισμοῖς ἐκέχρητο, καὶ ἐν πικρίᾳ ψυχῆς ἔλεγε· Τί μου τὴν ἀθανασίαν ἐθέρισας, γύναι; τί τὸν ὑψηλὸν ἐποίησας ταπεινόν; τί τὸν παντάρχην κατέστησας προσαίτην; τί τὸν βασιλέα τῆς κτίσεως δοῦλον ἀνέδειξας; τί μου τοὺς φωτεινοὺς ἐτύφλωσας ὀφθαλμούς; τί με τὴν στολὴν ἐξέδυσας, ἣν οὐκ ἐξύφανας; τί τὴν τιμήν μου ἐφθόνησας; τί τὸ ἀρχέτυπόν μου κάλλος ἠμαύρωσας; τί ζωὴ προσαγορευθεῖσα, θάνατός μοι γέγονας; τί με τῶν ἀγγέλων ἀλλοτριώσασα, τοῖς δαίμοσι συγκατεσκήνωσας; τί με τῆς βασιλείας στερήσασα εἰς ἄκραν πτωχείαν κατήγαγες; τί τὰ ὦτά μου τῆς φωνῆς τοῦ Θεοῦ διηνεκῶς ἀκούοντα ἀπέφραξας, ὡς ἀσπὶς βύουσα ἥτις οὐκ εἰσακούσεται φωνῆς ἐπᾴδοντος; Οὐ φέρω τὴν ἐπιτίμησιν, πρὸ τῆς συναφείας τὴν λύσιν ἐπιζητῶ· πρὸ τῆς κατασκηνώσεως τὴν ἀναχώρησιν μελετῶ· πρὸ τῆς συμπλοκῆς τὸν χωρισμὸν μεριμνῶ· πρὸ τοῦ συζευχθῆναι ἀποστῆναι ἀπὸ σοῦ δυσωπῶ. Ἄπιθι ἀπ' ἐμοῦ, γύναι. Πότε τὴν γῆν ἐργάσομαι; πότε τριβόλους ἀνασπάσω; πότε σῖτον ὥριμον θερίσω; πότε ποιήσας ἄλευρον, ἄρτον κατασκευάσω; πότε καθίσας ἀμέριμνος τοῦτον ἑστιάσομαι; πότε ἀνωδύνως ὑπνώσω; πότε τὰ φύλλα ἐκδύσομαι τῆς συκῆς; πότε τὴν