10
καρδίαν μου ἀπὸ πάσης εὐφροσύνης. Καὶ ἰδοὺ τὰ πάντα ματαιότης, καὶ προαίρεσις πνεύματος. Μάταιον δέ ἐστι τὸ ἀκερ δὲς καὶ ἀνόνητον· τοιαῦτα δὲ τὰ δοκοῦντα τοῦ βίου τερ πνά. Ἱκετεύει τοίνυν ὁ προφήτης εἰς ἑτέραν θεωρίαν ῥέψαι τῆς διανοίας τὰ ὄμματα, καὶ τῇ τῶν παρόντων ματαιότητι μὴ θελχθῆναι. Τὸ δὲ, Ἐν τῇ ὁδῷ σου ζῆ σόν με, κατὰ τοὺς σοὺς δός μοι πολιτεύεσθαι νόμους. Στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου εἰς τὸν φόβον σου. Βέβαιον ἐν τοῖς σοῖς λόγοις ἀπόφηνόν με, ἀπερί τρεπτον φυλάττων τῷ φόβῳ σου, ἀντὶ τοῦ, ἐπικείσθω μοι ὁ φόβος σου, δεδιττόμενος, καὶ μὴ ἐῶν ἐκτραπῆναι τῶν λογίων σου, εἰς τὸ περιελεῖν ἀπ' ἐμοῦ πᾶσαν κακίαν καὶ ἁμαρτίαν. Οὕτω τοίνυν δέομαι γενέσθαι ἐν ἐμοὶ τῷ δούλῳ σου. Φόβος γὰρ Θεοῦ, γέγραπται, εἰς ζωὴν ἀνδρί· καὶ, Τῷ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ· καὶ ἐν τοῖς ἑξῆς δὲ τοῦ αὐτοῦ ψαλμοῦ ὁ προφήτης λέγει· Καθήλω σον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου. Ἐπικείσθω μοι οὖν ὁ φόβος σου, μὴ ἐῶν με πρᾶξαι θέλημα σαρκός. Τὸ γὰρ θέλημα τῇ σαρκὸς ἔχθρα εἰς Θεόν ἐστι, κατὰ τὸν θεῖον Παῦλον τὸν ἀπόστολον. Περίελε τὸν ὀνειδισ μόν μου, ὃν ὑπώπτευσα, ὅτι τὰ κρίματά σου χρηστά. Ὁ δὲ Ἀκύλας ἀντὶ τοῦ, Ὑπώπτευσα, Ὑπεστάλην 55.684 εἴρηκεν, οὕτω δὲ καὶ ὁ Θεοδοτίων· ὁ δὲ Σύμμαχος, Ὃν εὐλαβοῦμαι. Ὀνειδισμὸν δὲ ἐνταῦθα καλεῖ τὸν ὑπὸ τῆς ἁμαρτίας γενόμενον. Τοῦτον γὰρ καὶ ὑπεστέλλετο καὶ ἐδεδίει, καὶ ὕποπτον ἔζη ζωήν. ∆ιὰ τοῦτο οὐκ ἐπήγαγε συνήθως, ὅτι τὰ κρίματά σου ἐξεζήτησα, ἢ ἐφύλαξα, ἀλλ', Ὅτι τὰ κρίματά σου χρηστά. Κρίματα δὲ καλεῖ τὰς τοῦ Θεοῦ δικαίας ψήφους. Τὸ δὲ, Ὑπώπτευσα, τοῦτό ἐστι, συνέγνων ἐμαυτὸν ἁμαρτήσαντα· καὶ ὄνει δός μοι τοῦτό ἐστιν, ὅτι κατ' εἰκόνα σου κτισθεὶς εἰς ἁμαρτίαν κατωλίσθησα. Περίελε οὖν ταύτην ἀπ' ἐμοῦ, ὅτι οὐ μόνον τοῖς ἁμαρτάνουσιν ἐπάγεις τιμωρίαν, ἀλλὰ καὶ τοῖς μετανοοῦσι πλέον σωτηρίαν. Χρηστὰ γὰρ κρί ματά σου, κατ' ἐπίτασιν τοῦ ἀγαθοῦ ὄντα· πλεοναζού σης γὰρ τῆς ἀγαθότητος ἡ χρηστότης γίνεται, ὡς οἱ περὶ αὐτὰ σοφοὶ λέγουσιν. Ἰδοὺ ἐπεθύμησα τὰς ἐντο λάς σου· ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με. Ἐπιθυμία μοί ἐστι τελεία τὸ ἐν ταῖς ἐντολαῖς σου πορεύεσθαι· γλιχομένῳ δέ μοι παράσχου τὴν ἐν δικαιοσύνῃ ζωήν. Τοῦτο γὰρ ποιῶν, τὸ κεφάλαιον πασῶν τῶν ἀρετῶν κέ κτημαι. Καὶ ἔλθοι ἐπ' ἐμὲ τὸ ἔλεός σου. Κύριε. Πάν τες γὰρ ἐνδεεῖς ἐσμεν τῆς θείας φιλανθρωπίας· καὶ ὁ αὐτὴν κατειληφὼς τὴν ἀκροτάτην τῆς ἀρετῆς κορυφὴν, ταύτης δεῖται διηνεκῶς· ἐπεὶ καὶ οἱ ἁμαρτάνοντες καὶ οἱ τὸν βίον κατωρθωκότες χρῄζομεν τοῦ ἐλέους τοῦ Θεοῦ. Ἐνδεεῖς γὰρ πάντες τῆς θείας φιλανθρωπίας, καὶ Πάντες ὑστεροῦμεν τῆς δόξης τοῦ Θεοῦ, δικαιού μενοι δωρεὰν τῇ αὐτοῦ χάριτι. Μετὰ γὰρ τῆς τοῦ Θεοῦ συνεργίας καὶ ὁ ἁμαρτάνων ἐπιστρέφει ἐκ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ ὁ ἀγαθὸς ἀγαθύνεται καὶ συντη ρεῖται τῇ ἀγαθωσύνῃ. Τὸ σωτήριόν σου κατὰ τὸν λόγον σου. Καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι λόγον. ζʹ. Ἣν ὑπέσχου. ∆έσποτα, σωτηρίαν ἐν τοῖς ἱεροῖς σου λόγοις, παράσχου, ἵνα τοῖς τωθάζουσί μοι σὺν παῤῥησίᾳ διαλεχθῶ. Ὁ γὰρ ἐν συμφοραῖς ὢν, φέρει τὰ ὀνείδη σι γῶν· ὁ δὲ τὸν θυμήρη βιοτεύων βίον, διελέγχει τοὺς κακῶς ὀνειδίζοντας. Καὶ γὰρ ἴσως τινὲς ἄπιστοι ὁρῶντές με ἐν τῷ βίῳ ἐν θλίψεσι καὶ συμφοραῖς ὄντα, ὀνειδίζουσί με· ἀλλ' οὖν ἀποκριθήσομαι αὐτοῖς λόγον· ὅτι ἔστησεν ἡμέραν Χριστὸς ὁ Θεὸς ἡμῶν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην, καὶ ἑκάστῳ ἀποδοῦναι Κατὰ τὰ ἔργα αὐ τοῦ· τοῖς μὲν καθ' ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι, ζωὴν αἰώνιον· τοῖς δὲ ἐξ ἐριθείας, ἀπειθοῦσι μὲν τῇ ἀληθείᾳ, πει θομένοις δὲ τῇ ἀδικίᾳ, θυμὸς καὶ ὀργὴ καὶ στενοχω ρία, καὶ ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργα ζομένου τὸ κακὸν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλλη-νος. ∆ιὸ καὶ ὁ πλούσιος ἤκουσεν· Ἀπέλαβες ἐν τῇ ζωῇ σου τὰ