1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

10

προφήτου· Ἔλαβον ἐκ τῶν υἱῶν ὑμῶν εἰς προφήτας, καὶ ἐκ τῶν νεανίσκων ὑμῶν εἰς ἁγιασμόν; Κἂν τοῦτο τοίνυν κερδανεῖς, ὅτι οὐκ ἔσῃ ὑπεύθυνος μείζονι τιμωρίᾳ. Ὁ μὲν γὰρ μὴ τιμώμενος ἐν τῷ παρόντι βίῳ, καὶ καταφρονούμενος καὶ οὐδὲ λόγου τινὸς ἀπολαύων, ἀλλὰ 62.675 καὶ ὑβριζόμενος καὶ διαπτυόμενος, εἰ καὶ μηδὲν ἕτερον, τοῦτο γοῦν καρποῦται τὸ μὴ καὶ τούτου ὑπεύθυνος εἶναι, τοῦ τιμηθῆναι παρὰ τῶν ὁμοδούλων. Καὶ διὰ πολλὰ δὲ ἕτερα κερδαίνει ἐντεῦθεν· συστέλλεται, ταπεινοῦται, οὐδὲ, ἐὰν θέλῃ, μέγα φρονήσει ποτὲ, εἰ ἑαυτῷ μᾶλλον προσέχει. Ὁ μέντοι πολλῆς ἀπολαύων τιμῆς, πρὸς τῷ καὶ ὀφλημάτων εἶναι μεγάλων ὑπεύθυνος, καὶ εἰς ἀπόνοιαν αἴρεται καὶ εἰς κενοδοξίαν, καὶ γίνεται δοῦλος ἀνθρώπων. Εἶτα τῆς δεσποτείας ταύτης αὐξομένης, πολλὰ ἀναγκάζεται ποιεῖν, ὧν οὐ βούλεται. δʹ. Ὡς οὖν εἰδότες ὅτι τοῦτο βέλτιον ἡμῖν, ἢ ἐκεῖνο, μήτε ζητῶμεν τιμὰς, καὶ τὰς παρεχομένας διακρουώμεθα, ἀποῤῥίπτωμεν ἀφ' ἑαυτῶν, σβεννύωμεν τὴν ἐπιθυμίαν ταύτην. Ταῦτα καὶ πρὸς ἄρχοντας καὶ πρὸς ἀρχομένους ἡμῖν εἴρηται. Ψυχὴ γὰρ τιμῆς ἐπιθυμοῦσα καὶ τοῦ δοξάζεσθαι, οὐκ ὄψεται τὴν βασιλείαν τῶν οὐρανῶν. Οὐκ ἐμὸς οὗτος ὁ λόγος, οὐδὲ ἐμαυτοῦ λέγω ῥήματα, ἀλλὰ τοῦ θείου Πνεύματος· οὐκ ὄψεται, κἂν ἀρετὴν ἐργάζηται. Ἀπέχουσι γὰρ, φησὶ, τὸν μισθὸν αὐτῶν. Ὁ τοίνυν μισθὸν μὴ λαμβάνων, πῶς ὄψεται τὴν βασιλείαν τῶν οὐρανῶν; Οὐ κωλύω δόξης ἐφίεσθαι, ἀλλὰ δόξης βούλομαι τῆς ἀληθοῦς τῆς παρὰ τοῦ Θεοῦ· Οὗ ὁ ἔπαινος, φησὶν, οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ τοῦ Θεοῦ. Ἐν τῷ κρυπτῷ ὦμεν εὐλαβεῖς, μὴ περικείμενοι τῦφον πολὺν καὶ σκηνὴν καὶ ὑπόκρισιν· ῥίψωμεν τοῦ προβάτου τὴν δορὰν, μᾶλλον δὲ γενώμεθα πρόβατα· οὐδὲν τῆς τῶν ἀνθρώπων δόξης οὐδαμινέστερον. Εἰπὲ γάρ μοι, ἐὰν ἴδῃς παίδων πλῆθος μικρῶν, ὑπομαζίων λέγω, ἆρα ἐπιθυμεῖς τῆς δόξης τῆς παρ' ἐκείνων; Οὕτω πρὸς τοὺς ἀνθρώπους διάκεισο πάντας δόξης ἕνεκεν. ∆ιὰ τοῦτο κενοδοξία λέγεται. Οὐχ ὁρᾷς τὰ προσωπεῖα, ἃ περιτίθενται οἱ ἐπὶ τῆς σκηνῆς; πῶς μὲν καλὰ, πῶς δὲ λαμπρὰ, πῶς δὲ εἰς τὴν ἐσχάτην ἀκρίβειαν τῆς εὐμορφίας διαπεπλασμένα; ἔχεις μοι δεῖξαι ὄψιν τοιαύτην ἐπὶ τῆς ἀληθείας; Οὐδαμῶς. Τί οὖν; ἆρα ἠράσθης αὐτῶν ποτε; Οὔ· διὰ τί; ἐπειδὴ διάκενά ἐστι, καὶ μιμεῖται κάλλος, οὐκ ἔστι δὲ κάλλος. Οὕτω καὶ ἡ δόξα διάκενός ἐστι καὶ μιμεῖται δόξαν, οὐκ ἔστι δὲ δόξα. Ἐκείνη μόνη μένει ἡ φυσικὴ ἡ ἔνδον· αὕτη δὲ ἡ ἔξω ἐπικειμένη ἐπικρύπτει πολλάκις τὴν ἀμορφίαν, ἐπικρύπτει παρὰ ἀνθρώποις, καὶ μέχρι τῆς ἑσπέρας· τοῦ δὲ θεάτρου λυθέντος καὶ τῶν προσ 62.676 ωπείων ἐπαρθέντων, ἕκαστος, ὅπερ ἐστὶ, τοῦτο φαίνεται. Μὴ τοίνυν ὡς ἐν σκηνῇ καὶ ἐν ὑποκρίσει τὴν ἀλήθειαν μετέλθωμεν. Εἰπὲ γάρ μοι, τί καλὸν ἔχει τὸ περιβλέπεσθαι παρὰ τῶν πολλῶν; κενοδοξία ἐστὶ, καὶ οὐδὲν ἕτερον· ἐπεὶ ἄνελθε εἰς τὴν οἰκίαν καὶ γενοῦ μόνος, καὶ εὐθέως διεῤῥύη τὸ πᾶν. Ἐνέβαλες εἰς τὴν ἀγοράν; ἐπέστρεψας τοὺς παρόντας; καὶ τί τὸ πλέον; Οὐδέν· ἐσβέσθη καὶ ἀπῆλθεν ὡς καπνὸς διαλυθείς. Τῶν οὖν ἀνυποστάτων οὕτως ἐρῶμεν; καὶ πόσης ταῦτα ἀλογίας, εἰπέ μοι; πόσης ἀνοίας; Πρὸς ἓν τοίνυν ὁρῶμεν μόνον, πῶς ὁ Θεὸς ἐπαινέσει ἂν τοῦτο σκοπῶμεν, οὐδέποτε ζητήσομεν τὰ παρὰ τῶν ἀνθρώπων, ἀλλὰ κἂν γένηται, καταφρονήσομεν, καταγελασόμεθα, διαπτύσομεν· ὡς ἂν εἰ χρυσίου μὲν ἐφιέμενοι, πηλὸν δὲ λαμβάνοντες, οὕτω διακεισόμεθα. Μὴ ἐπαινείτω σε ὁ δεῖνα· οὐδὲν γὰρ ὠφέλησε· κἂν ψέξῃ, οὐδὲν ἔβλαψεν. Ἐπὶ δὲ τοῦ Θεοῦ ταῦτα ἀμφότερα ἔχει τι κέρδος καὶ ζημίαν· τὰ δὲ παρὰ τῶν ἀνθρώπων πάντα μάταια. Καὶ κατὰ τοῦτο ἐξισούμεθα τῷ Θεῷ, ὅτι οὐ δεῖται τῆς παρ' ἀνθρώπων δόξης ἐκεῖνος· ∆όξαν γὰρ, φησὶ, παρὰ ἀνθρώπων οὐ λαμβάνω. Μικρὸν μὲν οὖν τοῦτο, εἰπέ μοι; Ὅταν μὴ θέλῃς καταφρονεῖν δόξης, εἰπὲ ὅτι τῷ Θεῷ ἴσος γίνομαι καταφρονήσας, καὶ εὐθέως καταφρονήσεις. Οὐ γὰρ ἔστιν, ἄνθρωπον δόξης δοῦλον, μὴ πάντων εἶναι δοῦλον, καὶ