10
κατηντήσαμεν. Ἰάκωβος ὁ ἀδελφὸς τοῦ Κυρίου 51.383 τὴν Ἐκκλησίαν τότε ἐπεσκόπευεν ἐν ἀρχῇ, τὴν ἐν Ἱεροσολύμοις, καὶ τῶν ἐξ Ἰουδαίων πιστευσάντων προειστήκει πάντων. Συνέβαινε δὲ εἶναι καὶ ἐν Ἀν τιοχείᾳ Ἰουδαίους, οἵτινες πιστεύσαντες τῷ Χριστῷ, διὰ τὸ τῶν Ἱεροσολύμων εἶναι πόῤῥω, καὶ πολλοὺς ὁρᾷν τοὺς ἐξ ἐθνῶν πεπιστευκότας ἀδεῶς καὶ χωρὶς Ἰουδαϊκῶν παρατηρήσεων βιοῦντας, ἠρέμα καὶ κατὰ μικρὸν ἐνήγοντο καὶ αὐτοὶ τῆς Ἰουδαϊκῆς ἀφίστα σθαι συνηθείας, καὶ καθαρὰν καὶ ἀνόθευτον ἔχειν τὴν τῆς πίστεως διδασκαλίαν. Κατελθὼν τοίνυν ὁ Πέτρος, καὶ ἰδὼν οὐκ οὖσαν ἀνάγκην οὐδεμίαν συγκα ταβάσεως, ἐθνικῶς ἔζη λοιπόν. Τὸ δὲ, ἐθνικῶς ζῇν, τοῦτό φησιν ὁ Παῦλος, τὸ χωρὶς Ἰουδαϊκῆς παρατη ρήσεως, τὸ μηδὲν τῶν νομίμων ἐκείνων παραφυλάτ τειν, οἷον, περιτομὴν, ἢ σάββατον, ἤ τι τῶν τοιούτων. Ζῶντος τοίνυν οὕτω τοῦ Πέτρου, κατῆλθόν τινες Ἰουδαῖοι ἀπὸ Ἰακώβου, τουτέστιν, ἐξ Ἱεροσολύμων,οἳ, διὰ τὸ διαπαντὸς ἐπὶ τῆς μητροπόλεως διατρί βειν, καὶ μηδένα ὁρᾷν ἑτέρως πολιτευόμενον, ἔτι τὴν πρόληψιν εἶχον τὴν Ἰουδαϊκὴν, καὶ πολλὰς τῶν παρατηρήσεων ἐκείνων ἐπεσύροντο. Τούτους ἰδὼν ὁ Πέτρος, τοὺς ἀπὸ Ἰακώβου καὶ ἐξ Ἱεροσολύμωνκατελθόντας, ἀσθενέστερον διακειμένους ἔτι, καὶ φοβηθεὶς μὴ σκανδαλισθέντες τῆς πίστεως ἀποπη δήσωσι, μετετάξατο πάλιν, καὶ τὸ ζῇν ἐθνικῶς ἀφεὶς, ἐπὶ τὴν προτέραν συγκατάβασιν ἦλθε, βρωμάτων παρατηρήσεις φυλάττων. Ἰδόντες οὖν αὐτὸν οἱ Ἰουδαῖοι, οἱ ἐν Ἀντιοχείᾳ διατρίβοντες, τοῦτο ποιοῦντα, καὶ οὐκ εἰδότες αὐτοῦ τὴν γνώμην, μεθ' ἧς ταῦτα ἔπραττε, συναπήχθησαν καὶ αὐτοὶ, καὶ ἠναγκάζοντο ἰουδαΐζειν διὰ τὸν διδάσκαλον. Καὶ τοῦτό ἐστιν, ὅπερ ὁ Παῦλος ἐγκαλεῖ· καὶ ἵνα σαφέστερον γένηται τὸ λεγόμενον, αὐτὰ ὑμῖν λοιπὸν ἀναγνώσομαι τὰ ἀπο στολικὰ ῥήματα. Ὅτε δὲ ἦλθε Πέτρος εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην, ὅτι κατε γνωσμένος ἦν. Πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου, τουτέστιν, ἐξ Ἱεροσολύμων, μετὰ τῶν ἐθνῶν συνήσθιε, τουτέστι, τῶν ἐν Ἀντιοχείᾳ. Ὅτε δὲ ἦλθόν τινες ἐξ Ἱεροσολύμων, νομομαθεῖς, ὑπέστελλε, καὶ ἀφώρισεν ἑαυτὸν ὁ Πέτρος φοβού μενος τοὺς ἐκ περιτομῆς. Ποίους; Τοὺς ἀπὸ Ἰα κώβου κατελθόντας· Καὶ συναπήχθησαν αὐτῷ καὶ οἱ λοιποὶ Ἰουδαῖοι. Ποῖοι Ἰουδαῖοι; Οἱ πρὶν τοὺς ἐξ Ἱεροσολύμων καταβῆναι ἐν Ἀντιοχείᾳ διατρίβοντες, καὶ μηδεμίαν Ἰουδαϊκὴν παρατήρησιν φυλάτ τοντες· Ὥστε καὶ Βαρνάβας συναπήχθη αὐτῶν τῇ ὑποκρίσει. Καὶ τὸ μὲν δοκοῦν ἔγκλημα εἶναι, τοῦτο. ιεʹ. Εἰ δὲ βούλεσθε, καὶ τὰς παρ' ἑτέρων ἀπολογίας ἐπινενοημένας πρότερον θεὶς, τότε καὶ τὸν ἐμαυτοῦ λόγον εἰσαγαγεῖν πειράσομαι, ἐφ' ὑμῖν τῶν λεγομένων τὴν αἵρεσιν ποιησάμενος. Πῶς οὖν τινες τὴν ζήτησιν ταύτην ἔλυσαν; Οὐκ ἦν οὗτος Πέτρος, φησὶν, ἐκεῖ νος, ὁ τῶν ἀποστόλων πρῶτος, ὁ παρὰ τοῦ Κυρίου τὰ πρόβατα πιστευθεὶς, ἀλλ' ἕτερός τις εὐτελὴς καὶ ἀπεῤῥιμμένος, καὶ τῶν πολλῶν εἷς. Πόθεν τοῦτο δῆ λον; Εἰπὼν ὁ Παῦλος, ὅτι συναπήχθησαν αὐτῷ καὶ οἱ λοιποὶ Ἰουδαῖοι, ἐπήγαγε, φησὶν, Ὥστε καὶ Βαρνάβας συναπήχθη αὐτῶν τῇ ὑποκρίσει. Τὸ δὲ εἰ πεῖν, Ὥστε καὶ Βαρνάβας, δηλοῦντός ἐστιν, ὅτι πολὺ 51.384 τοῦτο θαυμαστότερον ἦν τοῦ Πέτρον ἀπαχθῆναι. Ὡς γὰρ μείζονα αὐτὸν τιθεὶς, οὕτως εἶπεν, ὅτι οὐ μόνον Πέτρος, ἀλλὰ καὶ Βαρνάβας· Πέτρου δὲ ἐκείνου μείζων Βαρνάβας οὐκ ἦν. Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. Οὐ γὰρ, ἐπειδὴ μείζων ἦν ὁ Βαρνάβας, διὰ τοῦτο ἐπὶ τούτῳ θαυμάζει μᾶλλον, ἀλλὰ τίνος ἕνε κεν; Ὅτι ἐκεῖνος μὲν εἰς τὴν περιτομὴν ἀπεστάλη, Βαρνάβας δὲ μετὰ Παύλου τοῖς ἔθνεσιν ἐκήρυττε, καὶ πανταχοῦ τῷ Παύλῳ συνέζευκται· ὥσπερ οὖν ἀλλα χοῦ φησιν, Ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν τοῦ μὴ ἐργάζεσθαι; καὶ πάλιν, Ἀνέβην εἰς Ἱεροσόλυμα μετὰ Βαρνάβα, καὶ πανταχοῦ μετὰ τοῦ Παύλου διδάσκοντα αὐτὸν ὁρᾷς. Οὐκ