10
εὐσπλαγχνίαν καὶ μεγαλειότητα. Ἀλλ' ὅσον χωροῦμεν, ἀνυμνοῦμεν τὸν μόνον ὑπεράγιον, πρόῤῥησιν ἐκπληροῦντες, τὸ, Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην. ∆ιὰ ταύτης γὰρ περιόδου διῆλθον τὰ τοῦ Σωτῆρος μεγάλα καὶ παράδοξα θαύματα, ἵνα καθ' ἑκάστην μνημονεύων εὐφραίνωμαι· εἴ γε ἀξίως τῇ μνήμῃ ἐχωρήσαμεν, καθὼς ἔπρεπεν. Ἀλλ' εἴτε προφάσει, εἴτε ἀληθείᾳ Θεὸς καταγγελθῇ· διὸ μετὰ τοῦ προφήτου λέγωμεν· Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην. Ὁ δὲ Θεὸς τῶν δυνάμεων, ὁ φιλανθρωπίαν καὶ πολλὴν ἀγαθότητα ἀναδειξάμενος, ἡμῶν τὴν ἀσθένειαν καὶ τὰς εὐχὰς προσδεχόμενος χάριτι, καὶ εἰς κρείττονα ἀγαθὴν πρόνοιαν ἀγαγὼν, αὐτὸς ἡμῶν τηρήσει τὴν ψυχὴν ἀκηλίδωτον, τὸ σῶμα ἄσπιλον, τὸ πνεῦμα ἀρύπωτον, τὴν ζωὴν ἀνεπηρέαστον φυλάξειε, τὴν πίστιν ἀσύλωτον, τὴν φιλαδελφίαν ἀνύβριστον, τὴν παρθενίαν ἀμώμητον, τὴν φιλίαν ἀθρύλλητον, τὴν ἀγάπην ἀνυπόκριτον, τὴν ἀρετὴν ἀκλυδώνιστον, τὴν δικαιοσύνην ἀνεμπόδιστον, τὴν πίστιν καρπουμένην. Τὰς πύλας ἡμῖν τοῦ παραδείσου ἀναπετάσειε, καὶ φλογίνην ῥομφαίαν κατασβέσειε, καὶ τὴν θύραν τῆς βασιλείας ἀνοίξειε, καὶ τὴν ἀκήρατον ἀπόλαυσιν εὐτρεπίσειε, καὶ ἐκ δεξιῶν στήσειε, καὶ τῇ δεξιᾷ στεφανώσειε τῇ φιλανθρωπίᾳ τῆς αὐτοῦ ἀγαθότητος· ὅτι αὐτῷ πρέπει δόξα, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.