1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

10

εἰσιοῦσαν, οὐ προστρέχεις, εἰπέ μοι, καὶ τοὺς πόδας κατέχεις, καὶ παντὶ θεραπεύῃ τρόπῳ; Καὶ ποῦ ταῦτα συγγνώμης ἄξια; πόσης δὲ οὐκ ἂν εἴη τοῦτο αἰσχύνης; Ἐννόησον τίνι κοινωνεῖς φυσωμένη, καὶ πρὸς ἀλαζονείαν ἐπαιρομένη, καὶ τοῦ ξένου τὴν θεραπείαν αἰσχυνομένη. Τῷ διαβόλῳ δηλονότι· ἐκείνου γὰρ ἡ ὑπερηφανία νόσημα. Ἂν δὲ προσδράμῃς, ἐννόησον τίνα μιμῇ. Τὸν ∆εσπότην τὸν σὸν, καὶ τὸ τοῦ Χριστοῦ ποιεῖς ἔργον. Ποία τοίνυν αἰσχύνη, ἢ ποῖον ὄνειδος τῷ ∆εσπότῃ κοινωνεῖν, εἰπέ μοι; Αἰσχύνη μὲν οὖν τὸ ταῦτα ἐπαισχύνεσθαι, καὶ νομίζειν ὄνειδος εἶναι, ὅπερ ἐποίησεν ὁ Χριστός· μεγάλα δύνανται πόδες ἁγίων εἰς οἰκίαν εἰσιόντες· αὐτὸ τὸ ἔδαφος ἁγιάζουσι, θησαυρὸν μυρίων εἰσάγουσιν ἀγαθῶν, φύσιν πεπηρωμένην διορθοῦνται, λιμὸν λύουσι, πολλὴν εἰσάγουσι τὴν εὐπορίαν. Οὕτω καὶ οἱ πόδες τοῦ Ἠλίου εἰς τὴν οἰκίαν τῆς χήρας εἰσ 51.334 ελθόντες καινόν τινα καὶ παράδοξον εὐετηρίας ἐπεδείξαντο τρόπον. Ἄρουραν τὴν οἰκίαν τῆς χήρας ἐποίησε, καὶ τὴν ὑδρίαν ἅλωνα. Καινός τις τρόπος σπόρου καὶ ἀμητοῦ ἐγίνετο τότε· ἔσπειρεν εἰς τὸ τοῦ δικαίου στόμα, καὶ τὰ καταβληθέντα μετὰ πολλῆς τῆς ἀφθονίας ἐκ τῆς ὑδρίας ἐθέριζεν· ἔσπειρεν ἄλευρον, καὶ ἐθέριζεν ἄλευρον· οὐκ ἐδεήθη βοῶν, καὶ ζεύγους, καὶ ἀρότρου, καὶ αὔλακος, οὐδὲ ὑετοῦ καὶ ἀέρος καὶ δρεπάνης, οὐδὲ ἅλωνος καὶ δραγμάτων, οὐδὲ ἀνέμων διακρινόντων ἀπὸ τοῦ καρποῦ τὰ ἄχυρα, οὐδὲ μύλης τριβούσης· ἀλλὰ ἐν μιᾷ καιροῦ ῥοπῇ τούτων ἁπάντων τὸ τέλος εὗρεν ἐπὶ τῆς ὑδρίας· καὶ δύο πηγὰς, τὴν μὲν ἀλεύρου, τὴν δὲ ἐλαίου διηνεκῶς ἀνῆκεν ἡ τοῦ προφήτου φωνή. ιδʹ. Τοιαῦτα τῶν ἁγίων τὰ δῶρα, καὶ δαψίλειαν καὶ εὐκολίαν ἔχει πολλήν. Τὰ μὲν γὰρ ἀπὸ τῆς γῆς δρεπόμενα δαπανᾶται, ἐκεῖναι δὲ αἱ πηγαὶ ἀντλούμεναι καθημέραν οὐκ ἐκενώθησαν, ἀλλ' ἦν ἰσοστάσιος πρὸς τὴν ἐκκένωσιν τῆς ἐπιῤῥοῆς ἡ μάχη. Τοιαῦτα χαρίζονται πόδες ἁγίων, μᾶλλον δὲ καὶ πολλῷ πλείονα τούτων· καὶ εἰ μὴ μακρὸν ἐποίουν τὸν λόγον, πολλὰς ἂν ἀπηριθμησάμην τοιαύτας δωρεάς. Ἀλλ' ὥσπερ τιμώμενοι τοιαῦτα φέρουσι δῶρα, οὕτως ἀτιμαζόμενοι μεγάλην ἐπάγουσι κόλασιν καὶ πῦρ ἀπαραίτητον. Πόθεν τοῦτο δῆλον; Ἄκουσον αὐτοῦ τοῦ Χριστοῦ λέγοντος τοῖς μαθηταῖς· Εἰς ἣν ἂν πόλιν ἢ οἰκίαν εἰσέλθητε, ἐρωτήσατε τίς ἄξιός ἐστιν ἐν αὐτῇ, κἀκεῖ μείνατε, καὶ εἰσερχόμενοι λέγετε· Εἰρήνη τῇ οἰκίᾳ ταύτῃ. Ἵνα γὰρ μὴ λέγῃς, ∆απανῶ τὰ χρήματα, ἀναλίσκω τὴν οὐσίαν, τράπεζαν παρατιθεῖσα τοῖς ξένοις, αὐτὸν πρότερον τὸν εἰσιόντα παρασκευάζει σοι κομίσαι ξένια καὶ δῶρα πᾶσαν ὑπερβαίνοντα περιουσίαν. Ποῖα δὴ ταῦτα; Τῆς εἰρήνης τὴν χορηγίαν. Ταύτης γὰρ ἴσον οὐδέν. Ὁρᾷς μεθ' ὅσης εὐπορίας ὁ ἅγιος εἰσέρχεται εἰς τὴν οἰκίαν; Τὸ ῥῆμα τοῦτο ψιλὸν μέν ἐστι, μυρίων δὲ ἀγαθῶν ὑπόθεσις. Τί γὰρ ἀσφαλέστερον οἰκίας γένοιτ' ἂν εἰρήνης ἀπολαυούσης; Εἰρήνην δὲ ἐπεύχονται οἱ ἅγιοι τοῖς ὑποδεχομένοις, οὐ τὴν πρὸς ἀλλήλους μόνον, ἀλλὰ καὶ τὴν πρὸς ἡμᾶς αὐτούς. Πολλάκις γοῦν πόλεμον ἐν τοῖς λογισμοῖς ἔχομεν, καὶ μηδενὸς ἐνοχλοῦντος ταραττόμεθα, καὶ ἐπιθυμίαι πονηραὶ συνεχῶς ἡμῖν ἐπανίστανται. Καὶ ταύτην οὖν καταστέλλει τὴν μάχην ἐκεῖνο τῶν ἁγίων τὸ ῥῆμα, καὶ πολλὴν ἔνδον ποιεῖ γαλήνην. Ὁμοῦ τε γὰρ ἐκεῖνος ἐφθέγξατο, καὶ πᾶσα ἐνθύμησις διαβολικὴ καὶ λογισμὸς ἄτοπος ἐδραπέτευσεν ἐκ τῆς ἡμετέρας ψυχῆς· ὥστε μείζονα λαμβάνεις ἢ δίδως. Κἂν μὲν δέξωνται, φησὶν, ὑμᾶς, ἐλθέτω ἡ εἰρήνη ἐπ' αὐτούς· ἐὰν δὲ μὴ δέξωνται, ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. Ἀμὴν, λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἢ τῇ πόλει ἐκείνῃ. Ὁρᾷς ὅτι ἀτιμαζόμενοι πόδες ἁγίων πόσον ἐπάγουσι πῦρ; ∆ιὰ τοῦτο κελεύει νίπτειν αὐτοὺς, ἵνα θεραπευόμενοι πολλὴν ἡμῖν προξενήσωσι παρὰ τῷ Θεῷ τὴν παῤῥησίαν· ὁμοῦ δὲ καὶ ἐκεῖνο διὰ ταύτης ἡμᾶς παιδεύει τῆς παραινέσεως, τὰ τῆς φιλοξενίας ἔργα δι' ἑαυτῶν ἅπαντα ἐπιτελεῖν. Μίμησαι τὸν Ἀβραὰμ, γενοῦ θυγάτηρ ἐκείνου, ὃς τριακοσίους δέκα καὶ ὀκτὼ ἔχων οἰκογενεῖς, αὐτὸς μετὰ τῆς γυναικὸς διενείματο τῆς φιλοξενίας τὸν 51.335 καρπόν· καὶ ὁ μὲν δάμαλιν ἔφερεν, ἡ δὲ ἐφύρασεν ἄλευρον. Τούτους καὶ σὺ