1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

10

τὴν γῆν ῥήματι ἐθεμελίωσεν ἐπὶ τῶν ὑδάτων, τὴν πυκνὴν ταύτην καὶ βαρεῖαν φύσιν ἐπὶ τῆς χαυνοτάτης ἐκείνης καὶ διαῤῥεούσης ποιήσας φέρεσθαι· καὶ τὴν θάλασσαν τὴν ἀφόρητον ταῖς βίαις, ἐκείνην τὴν τοσαῦτα ἔχουσαν κύματα, ἀσθενεῖ τειχίῳ τῇ ψάμμῳ πανταχόθεν ἐτείχισε διὰ ῥήματος. Ὁ τοίνυν διὰ ῥήματος τὸν οὐρανὸν στερεώσας, τὴν γῆν θεμελιώσας, τὴν θάλασσαν περιφράξας, τί θαυμάζεις, εἰ τὴν οὐρανοῦ καὶ γῆς καὶ θαλάσσης τιμιωτέραν Ἐκκλησίαν διὰ τοῦ ῥήματος τούτου πάλιν ἐτείχισεν;

βʹ. Ἀλλ' ἐπειδὴ οὕτως ἡ οἰκοδομὴ ἄσειστος, οὕτω τὸ τεῖχος ἀῤῥαγὲς, ἴδωμεν πῶς κατεβάλλοντο οἱ ἀπόστολοι τοὺς θεμελίους, πόσον βάθος ἔσκαψαν, ὥστε ἄσειστον γενέσθαι τὴν οἰκοδομήν. Οὐκ ἔσκαψαν βάθος, οὐκ ἐδεήθησαν πόνου τοσούτου. ∆ιὰ τί; Παλαιὸν εὗρον θεμέλιον καὶ ἀρχαῖον, τὸν τῶν προφητῶν. Καθάπερ οὖν ἄνθρωπος μέλλων οἰκίαν μεγίστην οἰκοδομεῖν, ἐπειδὰν εὕρῃ θεμέλιον παλαιὸν καὶ ἰσχυρὸν καὶ ἀῤῥαγῆ, οὐκ ἀναμοχλεύει τὸν θεμέλιον, οὐ κινεῖ τοὺς λίθους, ἀλλ' ἀφεὶς ἑστάναι ἀκίνητον, οὕτως ἐπιτίθησι τὴν νέαν καὶ πρόσφατον οἰκοδομήν· οὕτω καὶ οἱ ἀπόστολοι μέλλοντες τὸ μέγα τοῦτο οἰκοδόμημα οἰκοδομεῖν, τὴν πανταχοῦ τῆς οἰκουμένης Ἐκκλησίαν ἱδρυμένην, οὐ διέσκαψαν βάθος, ἀλλ' εὑρόντες παλαιὸν θεμέλιον, τὸν τῶν προφητῶν, οὐκ ἀνεμόχλευσαν ἐκεῖνον, οὐκ ἐκίνησαν τὴν οἰκοδομὴν καὶ τὴν διδασκαλίαν, ἀλλ' ἀφέντες αὐτὴν μένειν ἀκίνητον, οὕτως ἐπέθηκαν τὴν παρ' ἑαυτῶν διδασκαλίαν, τὴν νέαν ταύτην τῆς Ἐκκλησίας πίστιν. Καὶ ἵνα μάθῃς ὅτι οὐκ ἐκίνησαν τὸν παλαιὸν θεμέλιον, ἀλλ' ἐπάνω αὐτοῦ ᾠκοδόμησαν, ἄκουσον αὐτοῦ τοῦ σοφοῦ ἀρχιτέκτονος Παύλου λέγοντος ἡμῖν τῆς οἰκοδομῆς τὴν ἀκρίβειαν· αὐτὸς γάρ ἐστιν ὁ σοφὸς ἀρχιτέκτων. Ὡς σοφὸς γὰρ, φησὶν, ἀρχιτέκτων θεμέλιον τέθεικα. Ἀλλ' ἴδωμεν πῶς αὐτὸν τέθεικε τὸν θεμέλιον. Ἐπάνω, φησὶν, ἑτέρου θεμελίου παλαιοῦ, τοῦ τῶν προφητῶν. Πόθεν τοῦτο δῆλον; Οὐκ ἔτι ἐστὲ ξένοι, φησὶν, ἀλλὰ συμπολῖται τῶν ἁγίων, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν. Εἶδες θεμέλιον καὶ θεμέλιον, τὸν μὲν τῶν προφητῶν, τὸν δὲ τῶν ἀποστόλων ἀνωτέρω κείμενον. Καὶ τὸ δὴ θαυμαστὸν, οὐκ εὐθέως μετὰ τοὺς προφήτας ἦλθον οἱ ἀπόστολοι, ἀλλὰ πολὺς μεταξὺ παρεγένετο χρόνος. Τί δήποτε; Ὅτι οἱ ἄριστοι τῶν οἰκοδόμων τοῦτο ποιοῦσιν· ἐπειδὰν καταβάλλωνται θεμέλιον, οὐκ εὐθέως ἐπιτιθέασι τὴν οἰκοδομὴν, ἵνα μὴ ἁπαλωτέρα καὶ πρόσφατος οὖσα τοῦ θεμελίου ἡ ἐργασία, ἀδυνατήσῃ τῶν τειχῶν ἐνεγκεῖν τὸ βάρος. ∆ιὰ τοῦτο ἀφέντες χρόνῳ πολλῷ παγῆναι τοὺς λίθους, ἐπειδὰν ἴδωσιν ἀκριβῶς σφιγέντας, τότε ἐπιτιθέασι καὶ τῶν τοίχων τὸ βάρος. Οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν· ἀφεὶς παγῆναι τὸν θεμέλιον τῶν προφητῶν ἐν ταῖς τῶν ἀκουσάντων ψυχαῖς, καὶ γενέσθαι βεβαίαν τὴν διδασκαλίαν, ὅτε εἶδεν ἄσειστον οὖσαν τὴν οἰκοδομὴν, ὅτε παγέντα τὰ δόγματα τὰ ἱερὰ, ὥστε 51.80 δυνηθῆναι τὴν κατὰ τὴν καινὴν φιλοσοφίαν ἐνεγκεῖν, τότε ἀπέστειλε τοὺς ἀποστόλους, ἐπὶ τῷ θεμελίῳ τῶν προφητῶν τοὺς τοίχους τῆς Ἐκκλησίας ἀναστήσοντας. ∆ιὰ τοῦτο οὐκ εἶπεν, Οἰκοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν προφητῶν, ἀλλ' Ἐποικοδομηθέντες, ἐπάνω οἰκοδομηθέντες. Ἀλλ' ἴδωμεν πῶς ᾠκοδομήθησαν. Πόθεν οὖν εἰσόμεθα; Πόθεν δὲ ἄλλοθεν, ἀλλ' ἢ ἀπὸ τῆς βίβλου τῶν Πράξεων, περὶ ἧς καὶ ἐν ταῖς ἔμπροσθεν ὑμῖν ἡμέραις διελέχθημεν; Τάχα γάρ τι καὶ μικρὸν ἐκεῖθεν ὑμῖν ὀφείλομεν χρέος, ὅπερ ἀνάγκη καταθεῖναι σήμερον. Τί οὖν ἐστι τὸ χρέος; Αὐτὴν τοῦ βιβλίου τὴν ἐπιγραφὴν ἑρμηνεῦσαι σπουδάσωμεν. Οὐ γὰρ ψιλή τίς ἐστι καὶ σαφὴς, καθὼς πολλοὶ νομίζουσιν, ἀλλὰ δεῖται καὶ ἐξετάσεως. Τίς οὖν ἡ ἐπιγραφὴ τοῦ βιβλίου; Πράξεις ἀποστόλων. Οὐ δοκεῖ σαφὲς εἶναι; οὐ δοκεῖ γνώριμον, καὶ δῆλον ἅπασιν; Ἀλλ' ἂν παρακολουθῆτε τοῖς λεγομένοις, ὄψεσθε ὅσον τὸ βάθος τῆς ἐπιγραφῆς ταύτης. ∆ιὰ τί γὰρ οὐκ εἶπε, Θαύματα ἀποστόλων; διὰ τί οὐκ ἐπέγραψε, Σημεῖα ἀποστόλων, ἢ ∆υνάμεις καὶ τέρατα ἀποστόλων· ἀλλὰ Πράξεις ἀποστόλων; Οὐ γὰρ τὸ αὐτό ἐστι πράξεις καὶ σημεῖα, οὐ τὸ αὐτὸ πράξεις καὶ