1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

10

τεσσαρεσκαιδεκάτη μηνὸς ἑβδόμου εἰκάδι ἕκτῃ συντρέχει [ἐπειδὴ] καὶ κυριακῇ συμπίπτει. Ἐπεὶ οὖν ἡ τεσσαρεσκαιδεκάτη αὐτῇ τῇ κυριακῇ συμπίπτει, τὴν τῆς ἀναστάσεως ἑορτὴν εἰς τὴν ἑξῆς κυριακὴν μετατίθεμεν τοῦ παθητικοῦ ἀριθμοῦ ἐλευθέραν εὑρημένην, καὶ οὕτω τῇ εἰκάδι ἕκτῃ τοῦ ἑβδόμου μηνὸς ἑβδομάδα ἐπισυνάπτοντες εἰς δευτέραν ὀγδόου μηνὸς τὴν ἀναστάσιμον ἄγομεν. Καὶ αὕτη ἐστὶν αἰτία τῆς παρατάσεως.

53 Εἰ δέ τις ἀντιλέγειν ἐθέλοι περὶ τοῦ εἰκάδι ἕκτῃ τοῦτι ἑβδόμου μηνὸς νῦν αὐτῇ τῇ κυριακῇ τὴν τεσσαρεσκαιδεκάτην συμβαίνειν, στελλέσθω ἐπισκεψόμενος τὴν ἀντίρρησιν, εἰ βούλεται, καὶ τοὺς σοφοὺς τῶν Ἑλλήνων πρὸς τοῦτο παραλαβὼν μάρτυρας ὅτι ὅλην τὴν κυριακὴν καὶ ταύτην καὶ τὴν μετ' αὐτὴν νύκτα ἕως ἐγγὺς εἰς τὴν ἐπιοῦσαν δευτέραν ἡ τεσσαρεσκαδεκάτη καταλαμβάνει.

54 Καὶ μηδεὶς λεγέτω ὅτι οὐδέποτε ἐπὶ τοσαύτῃ παρατάσει τὸ πάσχα γεγένηται. Καὶ τούτου πολλοὺς ἔχομεν μνήμονας μάρτυρας. Ἔπειτα τὰ οὐδέποτε ἀληθῶς οὐδέποτε ἐπιστήμῃ ἁρμόζει, ἀλλ' ἀεὶ ὁ λόγος ζητεῖται τῆς ἐπιστήμης καὶ πολλάκις ταχὺ γίνεται πολλάκις ταχύτερον καὶ πάλιν βραδύτερον, καὶ οὐδεὶς ἐπιστήμων τῇ ἀνωμαλίᾳ προσέχει τῶν χρόνων ἀλλὰ τῇ ἁρμονίᾳ τῶν λόγων. Ποσάκις, νομίζεις, ἐν τοῖς ἔμπροσθεν χρόνοις ἐρρήθη τὸ "Οὐδέποτε γέγονε", καὶ ἡ τέχνη κρατεῖ. Τί δὲ καὶ τὸ παραλλάττον ἐστίν; Οἱ μὲν γὰρ αἰτιώμενοι ὁμολογοῦσιν εἰκάδι ἐννάτῃ ἑβδόμου μηνὸς γεγενῆσθαι πάσχα πολλάκις. Λοιπὸν οὖν ἐστι περὶ τριῶν ἡμερῶν ἢ τεσσάρων, ἃς ὀκνοῦσι παραχωρῆσαι τῇ ἐπιστήμῃ. Ποῦ οὖν λοιπὸν ἡ ἐκ παραδόξου τῆς παρατάσεως ἀπορία;

55 Ἀλλὰ θαυμάζουσιν ὅτι ἀνωμάλως οὕτως ὅσον ἐπί γε τῷ χρόνῳ γίνεται τὸ πάσχα. Ἀλλὰ τοῦτο θαῦμα οὐκ ἔστιν ἐπιστημόνων. Εἶδες, ἄδελφε, ποιητικοὺς κόσμους ἢ τραγικοὺς στίχους πῶς οἳ μέν εἰσι κόνδοι, οἳ δὲ κονδότεροι, οἳ δὲ ἐπὶ πλεῖον ἐκτεταμένοι. Τούτους οἱ ἀμαθεῖς πάντως θαυμάζουσιν ὡς ἁπλῶς οὕτω διακειμένους· ὁ μεντοὶ τεχνίτης ὁ μέτρων ἁρμονίαν εἰδὼς οἶδε τὸ ὁμαλὸν τῆς τέχνης, κἂν ἡ ὄψις τῶν 56 στίχων ἀνώμαλος φαίνηται. Αὐτίκα γοῦν, ἄδελφε, νῦν μὲν γίνεται δευτέρᾳ ὀγδόου ἡ ἀναστάσιμος, εἰς δὲ τὸ ἐπιὸν ἑπτακαιδεκάτῃ ἑβδόμου μηνὸς γίνεται, καὶ πάλιν εἰς τὸ ἑξῆς ἐννάτῃ ἑβδόμου μηνός, καὶ αὖθις εἰς τὸ τρίτον ἔτος εἰκάδι ἐννάτῃ τοῦ <αὐτοῦ> μηνὸς ἡ ἀναστάσιμος γνωρισθήσεται, καὶ οὐδεὶς πρὸς ταῦτα βλάπτεται, οὐδεὶς πρὸς ταῦτα λυπεῖται, ἀλλ' ἕκαστος τὴν ἁρμονίαν ζητεῖ τῆς τέχνης καὶ τῷ τῆς ἐπιστήμης λόγῳ εὐφραίνεται.

57 Ὅλον γάρ ἐστι τὸ σκοπούμενον, ἵνα μὴ ἡ τεσσαρεσκαιδεκάτη κατὰ σελήνην πρὸ ἰσημερίας ἐαρινῆς γένηται, καὶ ἡ πρὸς τὴν ἀναστάσιμον ὁριζομένη κυριακὴ ἐλευθέρα τῆς τεσσαρεσκαιδεκάτης ὑπάρχῃ, δι' ἣν καὶ τὰ ζητήματα τοῖς οὐκ ἀκριβοῦσι τὴν ψῆφον ἐπιφύεται. ∆εῖ μὲν γὰρ τὴν τεσσαρεσκαιδεκάτην ἐν τῇ ἑβδομάδι πρὸ τῆς ὁριζομένης ἀναστασίμου συμβῆναι, ἀλλ' ἐὰν μὲν εἰς τὸ πλάτος τῆς ἑβδομάδος συμπέσῃ, εὐπέτεια τῆς εὑρέσεως ὑπανοίγεται, ἐὰν δὲ τῇ κυριακῇ ἡμέρᾳ ἐμπίπτῃ, ἐν ταύτῃ ἀκριβοῦς ἐπιστασίας χρεία· οἱ γὰρ μὴ ζητοῦντες ἐνίοτε οὐ τεσσαρεσκαιδεκάτην ἀλλὰ πεντεκαιδεκάτην κατὰ σελήνην ὑπάρχειν τὸ σφάλμα ἐργάζονται, ὃ δὴ καὶ ἐπὶ τοῦ παρόντος συμβέβηκεν.

58 Πάνυ οὖν ὀφείλομεν ἑστάναι καὶ γνωρίζειν ὅτι καὶ νῦν ἡ παράτασις ἐναρμονίως γίνεται. Ταῦτα γνωρίζειν ὀφείλομεν, καὶ πρὸ τῆς ἐρχομένης ἑβδομάδος καθαρὰν ἐχέτω τὴν γνώμην καὶ γινωσκέτω ταύτην πρώτην εἶναι τῶν ἑπτὰ ἑβδομάδων ὀφείλουσαν νηστευθῆναι. Ἡμεῖς δὲ ἐπὶ τούτῳ τὸν τῆς ἐπαγγελίας λόγον πεπληρώκαμεν, μόνον ἐὰν παρα-μείνῃ τῇ μνήμῃ τῶν λεγομένων ἡ δύναμις. ∆ῴη δὲ ὁ θεὸς καὶ τὰ μυστήρια πάντα φυλαχθῆναι ἐν ταῖς καρδίαις ὑμῶν καὶ ὑμᾶς ἐν Χριστῷ, μεθ' οὗ ἀναφέρεται δόξα τῷ θεῷ καὶ πατρὶ σὺν τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοῦς αἰῶνας τῶν αἰώνων. Ἀμήν.