10
φθορᾷ καὶ τῇ γενέσει συναλλοιούμεναι τῷ σώματι. Χρύσιππος δέ φησιν· ὁ θάνατός ἐστι χωρισμὸς ψυχῆς ἀπὸ σώματος· οὐδὲν δὲ ἀσώματον ἀπὸ σώματος χωρίζεται· οὐδὲ γὰρ ἐφάπτεται σώματος ἀσώματον· ἡ δὲ ψυχὴ καὶ ἐφάπτεται καὶ χωρίζεται τοῦ σώματος· οὐκ ἄρα ἀσώματος ἡ ψυχή. τούτων τὸ μὲν τὸν θάνατον χωρισμὸν εἶναι ψυχῆς ἀπὸ σώματος ἀληθές ἐστιν· τὸ δὲ μὴ ἐφάπτεσθαι ἀσώματον σώματος ψεῦδος μέν ἐστι καθόλου λεγόμενον, ἐπὶ δὲ τῆς ψυχῆς ἀληθές· ψεῦδος μὲν ἐπειδὴ καὶ ἡ γραμμὴ ἀσώματος οὖσα ἐφάπτεται σώματος καὶ χωρίζεται, ὁμοίως καὶ ἡ λευκότης, ἐπὶ δὲ τῆς ψυχῆς ἀληθές. οὐ γὰρ ἐφάπτεται τοῦ σώματος ἡ ψυχή· εἰ γὰρ ἐφάπτεται, δηλονότι παράκειται αὐτῷ· εἰ δὲ τοῦτο, οὐχ ὅλῳ παράκειται· ἀδύνατον γὰρ σῶμα σώματι ὅλον ὅλῳ παρακεῖσθαι· καὶ οὕτως οὐκ ἔσται ὅλον ἔμψυχον τὸ ζῷον. ὥστε εἰ μὲν ἐφάπτεται, σῶμα μὲν ἔσται ἡ ψυχή, ὅλον δὲ οὐκ ἔσται ἔμψυχον τὸ ζῷον· εἰ δὲ ὅλον ἐστὶν ἔμψυχον, οὔτε ἐφάπτεται οὔτε σῶμά ἐστιν ἡ ψυχή· τὸ δὲ ζῷον ὅλον ἔμψυχόν ἐστιν· οὔτε ἄρα ἐφάπτεται οὔτε σῶμά ἐστιν, καὶ χωρίζεται ἀσώματος οὖσα. ὅτι μὲν οὖν οὐκ ἔστιν ἡ ψυχὴ σῶμα δῆλον ἐκ τῶν εἰρημένων· ὅτι δὲ οὐδὲ ἀνούσιος ἑξῆς ῥητέον. ἐπεὶ δὲ καὶ ∆είναρχος ἁρμο νίαν ὡρίσατο τὴν ψυχὴν καὶ Σιμμίας ἀντιλέγων τῷ Σωκράτει τὴν ψυχὴν ἁρμονίαν ἔφασκεν εἶναι λέγων ἐοικέναι τὴν μὲν ψυχὴν ἁρμονίᾳ τὸ δὲ σῶμα λύρᾳ, ἐκθετέον τὰς λύσεις τούτου τὰς ἐν τῷ Φαίδωνι [Πλάτωνος] κειμένας. μία μὲν οὖν ἐστιν ἡ ἐκ τῶν προαποδεδειγμένων αὐτῷ. προαποδέδεικται γὰρ ὅτι αἱ μαθήσεις ἀναμνήσεις εἰσίν. τοῦτο οὖν λαβὼν ὡς ὁμολογούμενον κατασκευάζει τὸν λόγον οὕτως. εἰ αἱ μαθήσεις ἀναμνήσεις εἰσὶν ἦν ἡμῶν ἡ ψυχὴ πρὶν ἐν τῷ ἀνθρωπείῳ εἴδει γενέσθαι· εἰ δὲ ἁρμονία ἐστὶ πρότερον μὲν οὐκ ἦν ὕστερον δὲ ἐγένετο ἁρμοσθέντος τοῦ σώματος. πᾶσα γὰρ σύνθεσις οὐκ ἄλλως ἔχει ἢ ὡς ἔχει ἐκεῖνα τὰ ἐξ ὧν σύγκειται. κοινωνία γάρ τίς ἐστι τῶν συντιθεμένων ἡ σύνθεσις ἁρμονία οὖσα· καὶ οὐ κωλύει τὸ μὴ ἡγεῖσθαι αὐτὴν ἐκείνων ἀφ' ὧν συνετέθη, ἀλλ' ἕπεσθαι αὐτοῖς· μάχεται τοίνυν τὸ ἁρμονίαν εἶναι τὴν ψυχὴν τῷ τὰς μαθήσεις ἀναμνήσεις εἶναι· τὸ δὲ τῶν ἀναμνήσεων ἀληθές ἐστι· ψεῦδος ἄρα τὸ τὴν ψυχὴν ἁρμονίαν εἶναι. ἔτι ἡ μὲν ψυχὴ καὶ ἐναντιοῦται τῷ σώματι καὶ τὸν ἀρχικὸν ἐπέχει λόγον, ἅτε ἄρχουσα αὐτοῦ· ἡ δὲ ἁρμονία οὔτε ἡγεῖται οὔτε ἐναντιοῦται· οὐκ ἄρα ἡ ψυχὴ ἁρμονία. ἔτι ἁρμονία ἁρμονίας μᾶλλον καὶ ἧττόν ἐστιν ἁρμονία τῷ χαλᾶσθαι καὶ ἐπιτείνεσθαι (οὐ τῷ λόγῳ δὲ τῆς ἁρμονίας· ἀδύνατον γάρ ἐστι λόγον τὸ μᾶλλον καὶ ἧττον ἔχειν· ἀλλ' ἐν τῇ ἁρμογῇ· ἐὰν γὰρ κεκραμένος ὀξὺς φθόγγος καὶ βαρὺς ἔπειτα ἀνεθῶσι, τὸν λόγον μὲν τὸν αὐτὸν σῴζουσιν ἐν τοῖς μεγέθεσι τῶν φθόγγων, παραλλαγὴν δὲ λαμβάνει ἡ ἁρμονία κατὰ τὴν ἁρμογὴν μᾶλλον καὶ ἧττον ἐπιτεινομένη)· ψυχὴ δὲ ψυχῆς οὐκ ἔστι μᾶλλον καὶ ἧττον· οὐκ ἄρα ἁρμονία ἐστὶν ἡ ψυχή. ἔτι ἡ ψυχὴ ἀρετὴν καὶ κακίαν ἐπιδέχεται· ἡ δὲ ἁρμονία ἁρμονίαν καὶ ἀναρμοστίαν οὐκ ἐπιδέχεται· οὐκ ἄρα ἁρμονία ἡ ψυχή. ἔτι ἡ ψυχὴ τῷ ἐπιδέχεσθαι τὰ ἐναντία παρὰ μέρος οὐσία ἐστὶ καὶ ὑποκείμενον· ἡ δὲ ἁρμονία ποιότης καὶ ἐν ὑποκειμένῳ· ἡ δὲ οὐσία ποιότητος ἕτερον· καὶ ἡ ψυχὴ ἄρα ἁρμονίας ἕτερον. ἁρμονίας μέντοι μετέχειν τὴν ψυχὴν οὐδὲν ἄτοπον, ἀλλ' οὐ παρὰ τοῦτο ἁρμονία ἐστίν· οὐδὲ γὰρ διότι ἀρετῆς μετέχει ἀρετή ἐστιν ἡ ψυχή. Γαληνὸς δὲ ἀποφαίνεται μὲν οὐδὲν ἀλλὰ καὶ διαμαρτύρεται ἐν τοῖς ἀποδεικτικοῖς λόγοις ὡς οὐδὲν εἴη περὶ ψυχῆς ἀποφηνάμενος· ἔοικεν δὲ ἐξ ὧν λέγει δοκιμάζειν μᾶλλον τὸ κρᾶσιν εἶναι τὴν ψυχήν· ταύτῃ γὰρ ἐπακολουθεῖν τὴν τῶν ἠθῶν διαφοράν· ἐκ τῶν Ἱπποκράτους κατασκευάζων τὸν λόγον. εἰ δὲ τοῦτο, δῆλον ὅτι καὶ θνητὴν αὐτὴν εἶναι οἴεται· οὐ πᾶσαν δέ, ἀλλὰ τὴν ἄλογον μόνην ψυχὴν τοῦ ἀνθρώπου. περὶ δὲ τῆς λογικῆς ἀμφιβάλλει, λέγων οὕτως· ὅτι δὲ οὐ δύναται τοῦ σώματος ἡ κρᾶσις εἶναι ψυχή, δῆλον ἐντεῦθεν. πᾶν σῶμα ἔμψυχόν τε καὶ ἄψυχον ἐκ τῶν τεσσάρων στοιχείων κέκραται. ἡ γὰρ τούτων κρᾶσις τὰ σώματα ἀπεργάζεται. εἰ τοίνυν ἡ τοῦ σώματος κρᾶσίς ἐστιν ἡ ψυχή, οὐδὲν ἄψυχον ἔσται. καὶ συνάγεται ὁ λόγος οὕτως· εἰ ἡ κρᾶσις