1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

11

τὴν ἰσχύν· τὸν δρομικὸν τὴν εὐαρμοστίαν τῶν μελῶν καὶ τὴν κουφότητα· οὕτω καὶ τὸν κυβερνήτην τὸ τῆς διανοίας ὀξὺ καὶ εὐπαρακολούθητον. ∆ιὰ τοῦτο οὐ τὸν τυχόντα καλεῖ πρὸς τὴν κυβέρνησιν ὁ λόγος, ἀλλὰ τὸν νοήμονα. Τί δέ ἐστιν ἡ κυβέρνησις, ἢ πάντως ἐπιστήμη ψυχῆς περὶ τὴν ἄστατον φύσιν τῶν ἀνθρωπίνων πραγμάτων, ὅπως αὐτὴν διαπεραιοῦσθαι προσήκει;

Πολλαχοῦ γὰρ ὕδατα καὶ θάλασσαν τὸν βίον τοῦτον εὑρίσκομεν ὑπὸ τῆς Γραφῆς ὠνομασμένον, ὡς ἐν τῷ ψαλμῷ· Ἐξαπέστειλεν ἐξ ὕψους, καὶ ἔλαβέ με· προσελάβετό με ἐξ ὑδάτων πολλῶν. Πρόδηλον γὰρ, ὅτι τὴν ταραχὴν τοῦ βίου, ὕδατα λέγει. Οὔτε γὰρ τὰ δεξιὰ καὶ περισπούδαστα τοῖς πολλοῖς τὸ ἑστὼς καὶ μόνιμον ἔχει, οὔτε τὰ περιστατικὰ τῶν πραγμάτων καὶ κατηφῆ παγίως ἥδρασται· ἀλλὰ πάντα σάλῳ τινὶ καὶ κλόνῳ καὶ μεταβολαῖς ἀδοκήτοις ὑπόκειται. Ὥσπερ οὖν θάλασσαν ἀμήχανον τὴν αὐτὴν ἐπὶ πολὺ διαρκέσαι (τὴν γὰρ νῦν λείαν καὶ σταθερὰν μικρὸν ὕστερον ὄψῃ βίαις ἀνέμων τραχυνομένην, καὶ μέντοι καὶ τὴν ἀγριαίνουσαν, καὶ βρασσομένην τῷ κλύδωνι, βαθεῖα γαλήνη ταχὺ κατεστόρεσεν)· οὕτω καὶ τὰ τοῦ βίου πράγματα ῥᾳδίως λαμβάνει τὰς περιστροφὰς ἐφ' ἑκάτερα. ∆ιὰ τοῦτο κυβερνήτου χρεία, ἵνα καὶ ἐν γαλήνῃ τοῦ βίου πάντων αὐτῷ κατὰ ῥοῦν προϊόντων, τὰς μεταβολὰς ἐκδέχηται, καὶ μὴ ὡς ἀθανάτοις ἐπαναπαύηται τοῖς παροῦσι, καὶ ἐν τῇ σκυθρωποτέρᾳ καταστάσει μὴ ἀπελπίζῃ ἑαυτὸν, μηδὲ τῇ περισσοτέρᾳ λύπῃ καταποθεὶς ὑποβρύχιος φέρηται. Οὔτε γὰρ ὑγεία σώματος, οὔτε νεότητος ἄνθος, οὐκ εὐθηνία οἴκου, οὐχ ἡ λοιπὴ τοῦ βίου εὐημερία ἐπιπολὺ διαμένει· ἀλλ' ἐν τῇ εὐδίᾳ ταύτῃ τοῦ βίου ὢν, ἐκδέχου ποτὲ καὶ χειμῶνα πραγμάτων. Ἥξει γὰρ νόσος, καὶ ἥξει πενία· οὐκ ἀεὶ κατὰ πρύμναν ἱσταμένου τοῦ πνεύματος· ἀλλὰ καὶ τὸν περίβλεπτον ἐν πᾶσι καὶ ζηλωτὸν ἀδόκητοι πολλάκις ἀδοξίαι καταλαμβάνουσι· καὶ πᾶσαν τὴν εὐημερίαν τοῦ βίου, οἷον σπιλάδες τινὲς, περιστάσεις ἀβούλητοι συνετάραξαν. Καὶ ἡ συνέχεια τῶν κακῶν 31.420 ὥσπερ κύματά σοί ἐστιν, ἄλλα ἐπ' ἄλλοις. ἐπεγειρόμενα, τραχύνοντά σοι τὸν βίον, καὶ περιϊστῶντα φοβερὸν τῆς ζωῆς σοι τὸν κλύδωνα. Ὄψει ποτὲ καὶ ταῦτα παραδραμόντα, καὶ πρὸς ἱλαρότητα καὶ λευκὴν ὄντως γαλήνην τὸν βίον μεταβληθέντα. Οὗτος οὖν ἐστιν ὁ νοήμων κυβερνήτης, ὁ ἐστοχασμένως τῆς ὑποκειμένης φύσεως μεταχειριζόμενος τὰ συμπίπτοντα, καὶ ὅμοιος ἀεὶ αὐτὸς ἑαυτῷ διαμένων, μήτε ἐπαιρόμενος ἐν ταῖς εὐθυμίαις, μήτε καταπίπτων ἐν ταῖς συμφοραῖς. Πάλιν καὶ πρὸς ἕτερα χρήσιμον ἡμῖν ἐστι τὸ ἐκ τῆς κυβερνήσεως ἀγαθόν. Οἶδα γὰρ καὶ ἄλλα κύματα καὶ κλύδωνα φοβερὸν ἐπανιστάμενον τῇ ψυχῇ, τὸν ἐκ τῶν παθῶν τῆς σαρκός. Θυμοὶ γὰρ καὶ φόβοι, καὶ ἡδοναὶ καὶ λύπαι, οἷον ἔκ τινος ζάλης βιαίας τοῦ τῆς σαρκὸς φρονήματος προσπεσόντες, πολλάκις τὴν ἀκυβέρνητον ψυχὴν κατεπόντισαν.

∆εῖ τοίνυν τὸν νοῦν ὥσπερ τινὰ κυβερνήτην ἄνω καθήμενον τῶν παθῶν, καὶ οἱονεὶ πλοίου τῆς σαρκὸς ἐπιβάντα, καὶ ἐμπείρως τοὺς λογισμοὺς οἷον οἴακας περιστρέφοντα, καταπατεῖν μὲν γενναίως τὰ κύματα, ὑψηλὸν δὲ διαμένοντα, καὶ δυσπρόσιτον ὄντα τοῖς πάθεσι, μηδαμῶς τῆς ἀπ' αὐτῶν πικρίας ὥσπερ ἅλμης τινὸς ἀναπίμπλασθαι, ἀλλ' ἀεὶ προσευχόμενον λέγειν· Ῥυσθείην ἐκ τῶν μισούντων με, καὶ ἐκ τῶν βαθέων ὑδάτων. Μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός. Βούλει σοι καὶ ἕτερον πλοῦν διηγήσωμαι, πρὸς ὃν ἀναγκαῖον ἡμῖν ἐστι τὸ δῶρον τῆς κυβερνήσεως; Ἡ βασιλεία τῶν οὐρανῶν ὁμοία ἐστὶν ἀνδρὶ ἐμπόρῳ. Πάντες οὖν οἱ τὴν εὐαγγελικὴν ὁδὸν πορευόμενοι ἔμποροί ἐσμεν, διὰ τῆς ἐργασίας τῶν ἐντολῶν τὴν κτῆσιν ἑαυτοῖς τῶν οὐρανίων πραγματευόμενοι. ∆εῖ οὖν ἡμᾶς πολὺν καὶ ποικίλον τὸν οὐράνιον πλοῦτον συναγαγεῖν, εἰ μὴ μέλλοιμεν καταισχύνεσθαι ἐν τῇ ἐπιδείξει τῆς ἐργασίας, ὡς οἱ λαβόντες τὰ τάλαντα, μηδὲ ἀκούειν, ∆οῦλε πονηρὲ καὶ ὀκνηρέ· ἐνθεμένους δὲ τὰ ἀγώγιμα, ἀσφαλῶς πειρᾶσθαι