11
Πνεύματος εἰς δόξαν τοῦ Πατρὸς ἐρχόμενοι. Προΐωμεν δὲ καὶ ἐπὶ τὰ ἑξῆς· "Ἐὰν," φησὶν, "πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος, ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται· καὶ οὕτω πεσὼν ἐπὶ πρόσωπον, προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων ὅτι ὄντως ὁ Θεὸς ἐν ὑμῖν ἐστιν." Θεὸς οὖν προσκυνούμενος τὸ ἐν τοῖς προφητεύουσι καὶ τοῖς ἁγίοις λαλοῦν καὶ ἐνεργοῦν, καὶ τὰ χαρίσματα παρέχον ἅγιον Πνεῦμα καὶ ἐνταῦθα φανερῶς ὠνόμασται. Καὶ σημειωτέον, ὅτι καὶ προσκυνεῖται. Τοῖς πρόσθεν παραπλήσια καὶ Ῥωμαίοις ἀξιοῖ γράφειν· ἔχουσι δ' αἱ λέξεις τόνδε τὸν τρόπον· "Ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς ἐλπίδος δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις, κατὰ Ἰησοῦν Χριστόν· ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τίς οὖν ὁ διδοὺς ἡμῖν Θεὸς οὕτω φρονεῖν περὶ τοῦ Πατρὸς, καὶ τοῦ Μονογενοῦς αὐτοῦ, ἀλλ' ἢ τὸ ἅγιον Πνεῦμα; Αὐτὸ γὰρ νοῆσαι ἡμᾶς ὑπολείπεται. Ἀλλὰ καὶ Θεσσαλονικεῦσιν ὡσαύτως· "Ὁ δὲ Κύριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ, καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ." Ὡς εἶναι τὸ ἅγιον Πνεῦμα, τὸ κατευθῦνον Κύριον εἰς τὴν ἀγάπην τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ εἰς τὴν ὑπομονὴν τοῦ Υἱοῦ. Καὶ πάλιν· "Ὑμᾶς δὲ ὁ Κύριος πλεονάσαι καὶ περισσεύσαι τῇ ἀγάπῃ εἰς ἀλλήλους, καὶ εἰς πάντας, καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς· εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτως ἐν ἁγιωσύνῃ, ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ." Ποῖος οὖν Κύριος ὁ πλεονάζων καὶ στηρίζων ἐν ἁγιωσύνῃ ἔμπροσθεν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, ἢ τὸ ἅγιον Πνεῦμα; Καὶ παρεγγυᾷ δὲ αὐτοῖς, μὴ ἐκ παροινίας τινὸς, ἢ ἀμελείας ἀποπέμψασθαι τὴν ἐν ἡμῖν ἀναφθεῖσαν αὐτοῦ αἰωνίαν χάριν, γράφων· "Τὸ Πνεῦμα μὴ σβέννυτε." Αὖθίς τε θεοποιῶν αὐτὸ, καὶ τὴν πρὸς τὸν Πατέρα συστοιχίαν καὶ ὁμοφροσύνην ἀπαγγέλλων, φησίν· "Ὁ ἀθετῶν οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν, τὸν διδοῦντα τὸ Πνεῦμα αὐτοῦ τὸ ἅγιον εἰς ἡμᾶς." Πέτρος δὲ, ὁ τὰ πρωτεῖα ἐν τοῖς ἀποστόλοις ἔχων, διαῤῥήδην Θεὸν καὶ Κύριον τὸ ἅγιον Πνεῦμα παριστῶν, τοιοῦτον ἠπείλησεν κατὰ λέξιν Ἀνανίᾳ τινὶ τοὔνομα· "∆ιὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον, 39.641 καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου; Οὐχὶ μένον σοι ἔμενεν, καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχεν; Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ." Εὐθέως δὲ καὶ πρὸς Σάπφειραν, τὴν Ἀνανίου γυναῖκα, λέγει τάδε· "Τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ Πνεῦμα Κυρίου;" ὁμοιότροπον τῷ, "Οὐ μὴ πειράσεις Κύριον τὸν Θεόν σου·" καὶ τῷ παρὰ Ἰακώβου γραφέντι· "Ὁ γὰρ Θεὸς ἀπείραστός ἐστι κακῶν· πειράζει δὲ αὐτὸς οὐδένα." Ὁ δὲ Ἰωάννης θεολογῶν τὸ Πνεῦμα, ὡς ἀνωτέρω ἐλέχθη, ἔφη· "Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν Πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν." Ὡς γὰρ ὁ Θεὸς Πνεῦμα, καὶ τὸ ἅγιον αὐτοῦ Πνεῦμα Θεός· καὶ ὡς ὁ Θεὸς ἐκεῖνό ἐστιν καὶ λέγεται, ὅ ἐστιν τὸ Πνεῦμα αὐτοῦ· οὕτω καὶ τὸ ἅγιον Πνεῦμα ἐκεῖνό ἐστιν, ὅ ἐστιν, οὗ Πνεῦμα τυγχάνει, τοῦτ' ἔστιν ἄναρχος Θεός. Χρὴ δὲ, φησὶν, ἡμᾶς ἐν ὅλῳ τῷ πνεύματι ἡμῶν ἀνενδυάστως, μετὰ ἀληθείας, καὶ μὴ χείλεσι μόνον, καὶ λόγοις ψιλοῖς, τὸ ἅγιον Πνεῦμα προσκυνεῖν. Εἰ δὲ εἴποιεν Μακεδονιανοὶ, ὅτι ἐν τῷ 39.644 ἁγίῳ Πνεύματι ἔφη τὸ λόγιον τὸν Θεὸν προσκυνεῖσθαι, οὐχὶ καὶ τὸ Πνεῦμα προσκυνεῖσθαι· ἀναγκασθήσονται λέξαι, ὅτι καὶ ἐν τῷ Υἱῷ, οὐχὶ καὶ τὸν Υἱόν. Αὐτὸς γὰρ ἔφη· "Ἐγώ εἰμι ἡ ἀλήθεια·" καὶ οὐχ ἕξουσι οὐδὲ ἀπὸ τοῦ ῥητοῦ τοῦδε διαφορὰν αἱ μακάριαι ὑποστάσεις αὗται Ἡσαΐας δὲ, περὶ τῆς Ἐκκλησίας καὶ τῶν ἐν αὐτῇ ἐκπαιδευομένων τὴν σοφίαν τοῦ Πνεύματος προφητεύων, ὡδί πως ἀπὸ τοῦ Θεοῦ καταλέγει· "Ἰδοὺ ἐγὼ ἑτοιμάζω σοι ἄνθρακα τὸν λίθον σου, καὶ τὰ θεμέλιά σου σάπφειρον· καὶ θήσω τὰς ἐπάλξεις σου ἴασπιν, καὶ τὰς πύλας σου λίθους κρυστάλλου, καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτοὺς, καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς Θεοῦ." Ἧστινος