11
Ναυὴ τὴν γῆν τῆς ἐπαγγελείας (sic) ἐμέρισεν ταῖς δώδεκα φυλαῖς, ἥτις ἐστὶν τῆς τοῦ θεοῦ καὶ τῶν ὑπ' αὐτοῦ γεγονότων γνώσεως σύμβολον. πλὴν τοῦτο ἰστέον, ὅτι οἱ περὶ τῆς σαρκώσεως τοῦ Χριστοῦ λόγοι καὶ τῆς ἐπιδημίας αὐτοῦ ἐν γῇ Ἰούδα γνώσει ἐναπόκεινται· ἐν γὰρ τῷ τούτου κλήρῳ γεννᾶται Χριστός· οἶμαι δὲ τοὺς περὶ προνοίας λόγους εἶναι ἁρμόζοντας τῇ καταστάσει τοῦ κρυπτοῦ Ἰούδα καὶ Βενιαμίν· ἅτινα ὀνόματα διαφόρων καὶ καθαρῶν καταστάσεων ἡγοῦμαι διαγνωρίσματα, εἴγε Ἰούδας μὲν ἐξομολογούμενος ἑρμηνεύεται, Βενιαμὶν δὲ υἱὸς ἡμερῶν ἢ υἱὸς δεξιᾶς.
Κακὸς ὑπακούει γλώσσῃ παρανόμων, δίκαιος δὲ οὔ: Οὗτος ὑπακούει ταῖς γλώσσαις τῶν παρανόμων, ὁ τοὺς ἀδίκους δεχόμενος παρ' αὐτῶν λογισμοὺς καὶ σπεύδων ἐνεργεῖν κατ' αὐτούς· οἷς ὁ δίκαιος λέγεται μὴ προσέχειν, τοῦτ' ἔστιν μὴ ἐπὶ πλέον τρέφειν ἐν ἑαυτῷ. Τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων: Ὁ πιστός, φησίν, ὄψεται τοὺς λόγους τοῦ κόσμου τούτου, οὕστινας χρήματα τοῦ νοῦ τροπικῶς προσηγόρευσεν· ὁ δὲ ἄπιστος οὐδὲ τοῦ τυχόντος πράγματος γνώσεται τὸν λόγον διὰ τὴν ἀκαθαρσίαν τῆς ψυχῆς αὐτοῦ. ὅτι δὲ πλοῦτος ψυχῆς ἡ γνῶσίς ἐστιν ἡ τοῦ θεοῦ, ὁ Παῦλος διδάσκει δι' ὧν γράφει τὸ Ἐν παντὶ ἐπλουτίσθητε, ἐν πάσῃ γνώσει καὶ πάσῃ σοφίᾳ. εἰ δέ τις βούλοιτο δεῖξαι μὴ ταύτην τὴν ἔννοιαν εἶναι ταύτης τῆς παροιμίας, λεγέτω ποῦ ηὐπόρησαν χρημάτων οἱ περιελθόντες ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, κακουχούμενοι, θλιβόμενοι, ὑστερούμενοι· πῶς δὲ καὶ ὁ ἄπιστος οὐκ (sic) ἕξει ὀβολόν, πολλῶν ἀπίστων περιβεβλημένων πλοῦτον· πολλῶν λέγω δὴ βασιλέων καὶ ἀρχόντων τοῦ κόσμου τούτου. Οὐχ ἁρμόσει ἄφρονι χείλη πιστά: Τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀδικίᾳ; ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; Ὃς κρύπτει ἀδίκημα ζητεῖ φιλίαν: ∆ιὰ μὲν τῆς δικαιοσύνης τὴν ἀδικίαν κρύπτομεν, διὰ δὲ σωφροσύνης τὴν ἀκολασίαν, καὶ πάλιν διὰ τῆς ἀγάπης τὸ μῖσος, καὶ διὰ τῆς ἀφιλαργυρίας τὴν πλεονεξίαν· κρύπτομεν 96 δὲ καὶ διὰ τῆς ταπεινοφροσύνης τὴν ὑπερηφανίαν καὶ διὰ τῆς πραΰτητος τὴν θρασύτητα, ζητοῦντες τὴν πνευματικὴν φιλίαν, ἥτις τὴν ἁγίαν γνῶσιν σημαίνει. καὶ παρὰ τῷ Παύλῳ δὲ συμπολίται (hoc acc.) τινὲς τῶν ἁγίων λέγονται γεγονέναι καὶ οἰκεῖοι τῆς Ἱερουσαλήμ, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν. Ὃς ἀποδίδωσι πονηρὰ ἀντὶ ἀγαθῶν: Εἰ ὁ κακὰ ἀντὶ κακῶν ἀποδιδοὺς παράνομος, πόσῳ μᾶλλον ὁ κακὰ ἀντὶ ἀγαθῶν ἀποδιδοὺς παρανομώτερος· τοιοῦτος δὲ ἐγίνετο κατὰ τὴν ἔρημον πρὸς τὸν θεὸν ὁ Ἰσραήλ, πρὸς ὃν Μωσῆς ἐν τῷ δευτερονομίῳ φησίν· Γενεὰ σκολιὰ καὶ διεστραμμένη, ταῦτα κυρίῳ ἀνταποδίδοτε; Ἐξουσίαν δίδωσιν ἀρχὴ δικαιοσύνης: ∆ικαιοσύνῃ ἕπεται γνῶσις· προηγεῖται δὲ τῆς ἀγνοίας κακία. Ὃς δίκαιον κρίνει τὸν ἄδικον, καὶ ἄδικον δὲ τὸν δίκαιον: Ὅμοιός ἐστιν τούτῳ ὁ λέγων τὸ πικρὸν γλυκὺ καὶ τὸ γλυκὺ πικρόν, καὶ τὸ μὲν φῶς ὀνομάζων σκότος, τὸ δὲ σκότος φῶς. Ἵνα τί ὑπῆρξε χρήματα ἄφρονι: Χρήματα ἄφρονός ἐστιν αἱ περὶ τὰ καθ' ἕκαστον αὐτοῦ πράγματα ἀφροσύναι· διὰ ταύτας γὰρ καὶ ἀκάρδιος γεγονὼς κτήσασθαι σοφίαν ἀδυνατεῖ. Ὁ δὲ σκολιάζων τοῦ μαθεῖν: Ὁ δὲ σκολιάζων τοῦ μαθεῖν ὅτι κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ἐμπεσεῖται εἰς κακά. Ἀδελφοὶ δὲ ἐν ἀνάγκαις ἔστωσαν χρήσιμοι: Εἰ οἱ τοῦ Χριστοῦ υἱοὶ ἀλλήλων εἰσὶν ἀδελφοί, οἱ ἄγγελοι δὲ καὶ οἱ δίκαιοι ἄνθρωποι Χριστοῦ εἰσὶν υἱοί, οἱ ἄγγελοι ἄρα καὶ οἱ ἅγιοι ἄνθρωποι ἀλλήλων εἰσὶν ἀδελφοί, τῷ τῆς υἱοθεσίας γεννώμενοι πνεύματι. Τούτου γὰρ χάριν γεννῶνται: Τούτου γὰρ χάριν γεννῶνται ὑπὸ τῆς σοφίας, ἵνα ἀνθρώπους ὁδηγήσωσιν ἀπὸ κακίας ἐπ' ἀρετήν, καὶ ἀπὸ ἀγνωσίας ἐπὶ γνῶσιν θεοῦ· εἴγε καὶ αὐτὴ ἡ κτίσις στενάζει καὶ συνωδίνει ἡμῖν, καὶ ὑπετάγη τῇ ματαιότητι οὐχ ἑκοῦσα. Ἀνὴρ εὐμετάβολος γλώσσης ἐμπεσεῖται εἰς κακά: Οὗτός ἐστιν εὐμετάβολος, ὁ ῥᾳδίως ἀπὸ ἀρετῆς ἐπὶ κακίαν μεταβαλλόμενος. Λαμβάνων δῶρα ἐν κόλπῳ ἀσεβῆς: Ἐν καρδίᾳ νοήματα λαμβάνοντος ἄδικα οὐ κατευοδοῦνται ὁδοί· τὰ 97 γὰρ ἐμπαθῆ νοήματα ὠνόμασε δῶρα παρὰ τῶν δαιμόνων