1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

11

εἶναι πολύ, καί γε ἀπὸ ἀσεβείας μὴ μιάνῃς τὴν καρδίαν σου, ὅτι φοβούμενος τὸν θεὸν ἀπὸ πάσης ἐξελεύσῃ κακίας. 65

8, 2.1 στόμα βασιλέως φύλαξον Στόμα νῦν λέγει τὸν λόγον ἢ τὴν ἐντολήν. 66 8, 12.3-5 ὅτι καί γε γινώσκω ἐγὼ ὅτι ἔσται ἀγαθὸν τοῖς φοβουμένοις τὸν θεόν, ὅπως φοβῶνται ἀπὸ προσώπου αὐτοῦ· 8, 13 καὶ ἀγαθὸν οὐκ ἔσται τῷ ἀσεβεῖ, καὶ οὐ μακρυνεῖ ἡμέρας ἐν σκιᾷ ὃς οὐκ ἔστιν φοβούμενος ἀπὸ προσώπου τοῦ θεοῦ Νῦν ἀγαθὸν τὴν γνῶσιν λέγει τὴν τοῦ θεοῦ. 67 8, 14 ἔστιν ματαιότης ἣ πεποίηται ἐπὶ τῆς γῆς, ὅτι εἰσὶν δίκαιοι ὅτι φθάνει πρὸς αὐτοὺς ὡς ποίημα τῶν ἀσεβῶν, καὶ εἰσὶν ἀσεβεῖς ὅτι φθάνει πρὸς αὐτοὺς ὡς ποίημα τῶν δικαίων· εἶπα ὅτι καί γε τοῦτο ματαιότησ Ἔστι ματαιότης, φησίν, ἥτις γίνεται ἐπὶ τῆς γῆς, ὅτι εἰσὶ δίκαιοι καὶ ὡς ἀσεβεῖς περιπίπτουσι συμφοραῖς, καὶ εἰσὶν ἀσεβεῖς καὶ ὡς δίκαιοι ἀπολαύουσιν ἀγαθῶν. Περὶ γὰρ τούτων καὶ ὁ προφήτης φησὶ πρὸς τὸν κύριον· «πλὴν κρίματα λαλήσω πρὸς σέ· τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται;»· καὶ ὁ ∆αυίδ· «παρ' ὀλίγον, φησίν, ἐξεχύθη τὰ διαβήματά μου· ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν θεωρῶν.» 68

9, 1.1-2 ὅτι σὺν πᾶν τοῦτο ἔδωκα εἰς τὴν καρδίαν μου, καὶ καρδία μου σὺν πᾶν εἶδεν τοῦτο Ὁ μὲν ἄνθρωπος προσάγει τῇ καρδίᾳ τὰ πράγματα πρὸς τὴν ἔρευναν αὐτῶν ἀποκλίνων, ἡ δὲ καρδία μετὰ ταῦτα γινώσκει τὰ πράγματα· καὶ τοῦτό ἐστι τὸ «ἐκύκλωσα ἐγώ, καὶ ἡ καρδία μου τοῦ γνῶναι». Κυκλοῖ γὰρ τὸ πρᾶγμα καὶ ὁ προσάγων αὐτὸ τῇ καρδίᾳ διὰ τῆς ἐξετάσεως καὶ ἡ καρδία πάλιν γινώσκουσα αὐτό. Πλὴν τοῦτο ἰστέον, ὅτι οὐ πάντα ὅσα κυκλοῖ ὁ ἄνθρωπος καὶ γινώσκει ἡ καρδία· πολλὰ γὰρ ἐξετάζομεν, ὀλίγα δὲ γινώσκομεν. 69 9, 10.3-4 ὅτι οὐκ ἔστιν ποίημα καὶ λογισμὸς καὶ γνῶσις καὶ σοφία ἐν ᾅδῃ, ὅπου σὺ πορεύῃ ἐκεῖ Εἰ οὐκ ἔστιν ἐν ᾅδῃ λογισμός, πῶς ὁ πλούσιος παρακαλεῖ τὸν Ἀβραὰμ ἀποστεῖλαι τὸν Λάζαρον πρὸς αὐτόν; 70 9, 12.1 καί γε οὐκ ἔγνω ὁ ἄνθρωπος τὸν καιρὸν αὐτοῦ Οὐκ ἔγνω ὁ ἄνθρωπος ὅτι καιρός ἐστι χρόνος κατορθώσεως· καιρὸν γὰρ τὴν εὐκαιρίαν δηλοῖ. 71 11, 9.3-4 καὶ περιπάτει ἐν ὁδοῖς καρδίας σου, ἄμωμος, καὶ ἐν ὁράσει ὀφθαλμῶν σου Ἐν πράξει καὶ θεωρίᾳ. 72 11, 10.1-2 καὶ ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου καὶ παράγαγε πονηρίαν ἀπὸ σαρκός σου Ἐντεῦθεν γινώσκομεν ὅτι τὸ μὲν θυμικὸν τῇ καρδίᾳ συνέζευκται, τὸ δὲ ἐπιθυμητικὸν τῇ σαρκί. 73 Νῦν πονηρίαν τὴν πορνείαν λέγει καὶ τὴν γαστριμαργίαν.