1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

11

Καὶ πινυτὸν δοκέοντα ὄφιν σφήλειεν ἀέλπτως, Ὡς μὲν Ἀδὰμ πελάσοντα, Θεῷ δέ τε ἀντιάσοντα, Τῷ πέρι κάρτος ἔμελλεν ἑῆς ἄξειν κακότητος, Τρηχείην περὶ πέτραν ἁλίκτυπον ὥς τε θάλασσα. Ὡς ἐφάνη, γαῖα τε καὶ οὐρανὸς ἀμφὶ γενέθλῃ Σείετο. Οὐρανίη μὲν ὕμνους κατέπεμπε χορείη, Ἀστὴρ δ' ἀντολίηθε Μάγοις ὁδὸν ἡγεμόνευε, ∆ωροφόροις λάτρισι νεηγενέος βασιλῆος. Οὗτος ἐμοὶ Χριστοῖο νέης λόγος ἐστὶ γενέθλης. Αἶσχος δ' οὐδὲν ἔπεστιν, ἐπεὶ μόνον αἶσχος ἁμαρτάς· Τῷ δ' οὐκ αἶσχος ἔπεστιν, ἐπεὶ Λόγος αὐτὸν ἔπηξεν. 462 Οὐδὲ ῥύσει βροτέῃ βροτὸς ἔπλετο, ἐκ δ' ἄρα σαρκὸς, Τὴν Πνεῦμ' ἥγνισε πρόσθεν ἀνυμφέα μητέρα κεδνὴν, Αὐτοπαγὴς βροτὸς ἦλθε, καθήρατο δ' εἵνεκ' ἐμεῖο. Καὶ γὰρ πάνθ' ὑπέδεκτο, νόμῳ θρεπτήρια τίνων, Ἣ καὶ χαζομένῳ πεμπτήρια, ὥσπερ ὀΐω. Αὐτὰρ ἐπεὶ μεγάλοιο φάους ἐριλαμπέϊ λύχνῳ Κηρυχθεὶς προθέοντι γόνου, προθέοντι δὲ μύθου, Χριστὸν ἐμὸν βοόωντι Θεὸν μεσάτῃ ἐν ἐρήμῳ, Ἐξεφάνη, λαῶν μὲν ἔβη μέσος ὅς τ' ἀπὸ τηλοῦ, Ὅς τε πέλας (ξυνὸς γὰρ ἐπ' ἀμφοτέροις ἀκρόγωνος Λᾶας ἔην)· δισσὸν δὲ καθάρσιον ὤπασε θνητοῖς Πνεύματος ἀενάοιο, τό μοι προτέρην ἐκάθηρ Σαρκογενῆ κακίην, καὶ αἵματος ἡμετέροιο. 463 Καὶ γὰρ ἐμὸν, τὸ Χριστὸς ἐμὸς Θεὸς ἐξεκένωσε Ῥύσιον ἀρχεγόνων ποθέων, κόσμοιό τ' ἄποινον. Εἰ μὲν δὴ μὴ τρεπτὸς ἔην βροτὸς, ἀλλ' ἀδάμαστος, Οἴης καὶ μεγάλοιο Θεοῦ χρήϊζον ἐφετμῆς, Ἥ μ' ἐκόμει τ', ἐσάωσε, καὶ ἐς μέγα κῦδος ἄεξε. Νῦν δ', οὐ γάρ με θεὸν τεῦξεν Θεὸς, ἀλλά μ' ἔπηξεν Ἀμφιρεπῆ, κλιτόν τε, τὸ καὶ πλεόνεσσιν ἐρείδει, Ὧν ἓν καὶ λοετροῖο βροτοῖς χάρις. Ὡς γὰρ ὄλεθρον Ἑβραίων ποτὲ παῖδες ὑπέκφυγον αἵματι χριστῷ, Τὸ φλιὰς ἐκάθῃρεν, ὅτ' ὤλετο πρωτογένεθλος Αἰγύπτου γενεὴ νυκτὶ μιῇ, ὣς καὶ ἔμοιγε 464 Σφρηγὶς ἀλεξικάκοιο Θεοῦ τόδε, νηπιάχοις μὲν Σφρηγὶς, ἀεξομένοισι δ' ἄκος καὶ σφρηγὶς ἀρίστη, Χριστοῦ φωτοδόταο θεόῤῥυτος, ὥς κεν ἀλύξας Βένθος ἄχους καὶ βαιὸν ἀπ' ἄχθεος αὐχέν' ἀνασχὼν, Πρὸς ζωὴν παλίνορσον ἄγω πόδα. Καὶ γὰρ ὁδίτης Ἀμπνεύσας καμάτοιο, νεόσσυτα γούνατ' ἐγείρει. Ξυνὸς μὲν πάντεσσιν ἀὴρ, ξυνὴ δέ τε γαῖα, Ξυνὸς δ' οὐρανὸς εὐρὺς, ἅθ' ὥρια κύκλος ἑλίσσει· Ξυνὸν δ' ἀνθρώποισι σαόβροτον ἔπλετο λουτρόν. Ιʹ. Κατὰ Ἀπολλιναρίου, περὶ ἐνανθρωπήσεως. Νοῦν τὸν μέγιστον ἴσμεν ἀνθρώπου φύσιν 465 Πᾶσαν παγέντα, ἐκ τριῶν συγκειμένην, Ψυχῆς τε καὶ νοῦ καὶ πάχους τοῦ σώματος, Ἀδὰμ ὅλον τὸν πρόσθεν πλὴν ἁμαρτίας. Ἐπεὶ γὰρ οὖν ἐγίγνετ' ἄνθρωπος Θεὸς, Θεὸς τελεῖτ' ἄνθρωπος εἰς τιμὴν ἐμήν· Ἵν' οἷς περ εἴληφεν ὃ δέδωκ' ἀναπλάσας, Λύσῃ τὸ κρῖμα τῆς ὅλης ἁμαρτίας, Κτείνῃ τε τὸν κτείναντα τῷ τεθνηκότι. Ἁπλοῦς ἄνωθεν, εἶτα συμπαγεὶς, Θεός· 466 Παγεὶς ἔπειτα χερσὶ ταῖς θεοκτόνοις. Οὗτος Θεοῦ σοι τοῦ μεμιγμένου λόγος. Θεὸς μὲν ἦν ἄνωθεν, ἐξ οὗ καὶ Πατὴρ, Ὁ τοῦ Θεοῦ Λόγος τε καὶ κτίστης ὅλων, Κρείσσων χρόνου τε καὶ παθῶν καὶ σώματος. Ἐπεὶ δ' ἔπληγε τῷ ξύλῳ τῆς γνώσεως, Καὶ πᾶσαν ἡμῶν τὴν φύσιν κατέτρεχεν, Ὡς εὐάλωτον καὶ κατάκριτον, ὁ φθόνος· Ὡς ἂν λύσειε τὴν ἔπαρσιν τοῦ φθόνου, 467 Καὶ τὴν φθαρεῖσαν εἰκόνα κτίσῃ πάλιν, Ἐγγίνεθ' ἡμῖν. Ἐν γὰρ ἁγνῇ παρθένῳ Κυΐσκεταί τε καὶ προέρχεται Θεός. Ὅλος Θεός τε καὶ βροτὸς, σώζων μ' ὅλον, Υἱὸς νοούμενός τε καὶ ὁρώμενος. Ἀνθρωπολάτρης εἰμί σοι, σέβων ὅλον Τὸν συντεθέντα μυστικῶς ἐμοὶ Λόγον Αὐτὸν Θεόν τε καὶ βροτὸν σωτήριον. Σὺ σαρκολάτρης, εἰσάγων ἄνουν ἐμὲ, Ἄν σου τὸ κομψὸν πειθανῶς ἀντιστρέφω. Ἣ τοῦτο δέξαι, φίλτατ', ἢ κἀμοὶ πάρες, Εἴπερ δίκαιος τοῦ λόγου μένεις βραβεὺς, Εἴ σοι τὸ χεῖρόν ἐστιν ἐκ Θεοῦ Θεὸς (Χεῖρον γὰρ ἡ σὰρξ τοῦ κατ' εἰκόνα πολὺ), Κἀμοὶ τὸ κρεῖσσον· νοῦς γὰρ ἔγγιον Θεοῦ. 468 Πλὴν σοί γε κινδυνεύεθ' ἥμισυς βροτός· Ὃ μὴ προσείληπται γὰρ, οὐδὲ σώζεται. Τί φὴς, ἀμύντωρ τοῦ Λόγου σοφώτατε, Ὁ τοῖς τέμνουσι τὴν θεότητα δυσφορῶν; Οὐ καὶ σὺ τέμνεις τοῦ Θεοῦ τὸ σύνθετον, Τὸ μὲν