11
σου, ὡς καὶ αὐτὸς ἐν τοῖς αὐτοῖς μέτροις κρινόμενος. ∆ιὰ τοῦτο μὴ ταχέως τέμῃς, μηδὲ ἀλλοτριώσῃς τὸ μέλος, ἄδηλον, εἰ μὴ διὰ τούτου προσλυμανῇ τι τῷ ὑγιαίνοντι· ἀλλὰ νουθέτησον, ἐπιτίμησον, παρακάλεσον. Ἔχεις ἰατρείας κανόνα. Χριστοῦ μαθητὴς εἶ, τοῦ πράου καὶ φιλανθρώπου, καὶ τὰς ἀσθενείας ἡμῶν βαστάσαντος. Κἂν τὸ πρῶτον ἀντιβῇ, μακροθύμησον· κἂν τὸ δεύτερον, μὴ ἀπελπίσῃς. ἔτι καιρὸς θεραπείας· κἂν τὸ τρίτον, γενοῦ φιλάνθρωπος γεωργός· ἔτι τοῦ ∆εσπότου δεήθητι, μὴ ἐκκόψαι, 36.209 μηδὲ μισῆσαι τὴν ἄκαρπον συκῆν καὶ ἀνόνητον, ἀλλ' ἐπιστρέψαι, καὶ θεραπεῦσαι, καὶ περιβαλεῖν κόπρια, τὴν δι' ἐξαγορεύσεως, καὶ τῆς εἰς τὸ φανερὸν αἰσχύνης, καὶ ἀτιμοτέρας ἀγωγῆς, ἐπανόρθωσιν. Τίς οἶδεν, εἰ μεταβαλεῖ, καὶ καρποφορήσει, καὶ θρέψει τὸν Ἰησοῦν ἀπὸ Βηθανίας ἐπανερχόμενον;
ΛΑʹ. Ἔνεγκέ τι τῆς τοῦ ἀδελφοῦ δυσωδίας, ἢ οὔσης, ἢ δοκούσης, ὁ τῷ πνευματικῷ μύρῳ συγκεχρισμένος, τῷ συντεθειμένῳ τέχνῃ μυρεψικῇ, ἵνα μεταδῷς τούτῳ τῆς σῆς εὐωδίας. Οὐκ ἔστιν ἐχίδνης ἱὸς ἡ κακία, ἵν' ὁμοῦ τῷ πληγῆναι περιβληθῇς ὁδύναις, ἢ καὶ διαφθαρῇς, καὶ διὰ τοῦτο ᾖ σοι συγγνώμη φεύγοντι τὸ θηρίον, ἢ ἀποκτείνοντι. Ἀλλ' εἰ μὲν εἶ δυνατὸς, κἀκεῖνον θεράπευσον· εἰ δὲ μὴ, τό γε ἀσφαλὲς ἔχεις, ἐν τῷ μηδὲν αὐτὸς τῆς μοχθηρίας μεταλαβεῖν. Ὀσμή τίς ἐστιν ἀηδὴς τὸ ἐκείνου πάθος, ἣν ἀπελάσει τυχὸν τὸ σὸν εὐῶδες ὑπερνικῆσαν. Ταχὺ ἂν ἐδέξω τι τοιοῦτον ὑπὲρ τοῦ ὁμοδούλου καὶ συγγενοῦς, οἷον Παῦλος ὁ ζηλωτὴς, καὶ διανοηθῆναι, καὶ εἰπεῖν ἐτόλμησεν, ἑαυτοῦ, εἰ οἷόν τε, τὸν Ἰσραὴλ ἀντεισαχθῆναι Χριστῷ, διὰ τὸ συμπαθές· ὅς γε καὶ ἐξ ὑπονοίας πολλάκις μόνης, ἀποτέμνεις τὸν ἀδελφόν. Ὃν ἴσως ἐκέρδανας ἂν τῇ χρηστότητι, τοῦτον ἀπολλύεις τῇ θρασότητι, τὸ σὸν μέλος, ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν. Εἰ τοίνυν καὶ ἰσχυρὸς εἶ, φησὶν ὁ Παῦλος περὶ βρωμάτων διαλεγόμενος, καὶ θαῤῥεῖς τῷ λόγῳ καὶ τῷ γενναίῳ τῆς πίστεως, ἀλλὰ καὶ τὸν ἀδελφὸν οἰκοδόμησον. Μὴ τῷ βρώματί σου κατάλυε τὸν ὑπὸ Χριστοῦ τῷ κοινῷ πάθει τετιμημένον. Καὶ γὰρ εἰ τὸ πρᾶγμα ἕτερον, ἀλλ' ὅ γε τῆς παραινέσεως λόγος ὁμοίως χρήσιμος.
ΛΒʹ. Χρῆν δὲ καὶ νόμον κεῖσθαι παρ' ἡμῖν, καθάπερ τοῖς πάλαι σοφοῖς Ἑβραίων, ἔστιν ἃς τῶν ἱερῶν βίβλων μὴ ἀνεῖσθαι τοῖς νέοις, ὡς οὐ λυσιτελούσας ταῖς ἀστηρίκτοις ἔτι καὶ ἁπαλωτέραις ψυχαῖς· οὕτω καὶ μηδὲ παντὶ, μηδὲ πάντοτε, ἀλλ' ἔστιν ὅτε, καὶ οἷς, τὸν περὶ πίστεως συγχωρεῖσθαι λόγον, τοῖς μὴ παντελῶς ὀλιγώροις λέγω, καὶ νωθροῖς τὴν διάνοιαν, ἢ τοῖς μὴ λίαν ἀπλήστοις, καὶ φιλοτίμοις, καὶ θερμοτέροις τοῦ δέοντος εἰς εὐσέβειαν· καὶ τοὺς μὲν τάττειν ἐνταῦθα. οὗ μήτε 36.212 ἑαυτοὺς βλάψωσι, μήτε ἄλλους ταττόμενοι· καὶ τὴν ἐν λόγοις ἐλευθερίαν ἔχειν τοὺς μετρίους ἐν λόγῳ, καὶ ὡς ἀληθῶς κοσμίους καὶ σώφρονας· τοὺς πολλοὺς δὲ ἀπάγειν τῆς ὁδοῦ ταύτης, καὶ τῆς νῦν κατεχούσης φιλολαλιᾶς καὶ ἀῤῥωστίας, καὶ ἐπ' ἄλλο τι τρέπειν ἀρετῆς εἶδος ἀκινδυνότερον, ἔνθα καὶ τὸ ὀλίγωρον ἧττον βλαβερὸν, καὶ τὸ ἄπληστον εὐσεβέστερον.
ΛΓʹ. Εἰ μὲν γὰρ, ὥσπερ εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς Θεὸς, ὁ Πατὴρ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν, οὕτω καὶ μία τις ἦν σωτηρίας ὁδὸς, ἡ διὰ λόγου καὶ θεωρίας, καὶ ταύτης ἐκπεσόντας, ἔδει τοῦ παντὸς ἁμαρτεῖν, καὶ ἀποῤῥιφθῆναι Θεοῦ, καὶ τῆς ἐκεῖθεν ἐλπίδος· οὐδὲν ἂν ἦν, οὔτε τοῦ συμβουλεύειν τὰ τοιαῦτα, οὔτε τοῦ πείθεσθαι σφαλερώτερον. Εἰ δὲ, ὥσπερ ἐν τοῖς ἀνθρωπίνοις, πολλαὶ διαφοραὶ βίων καὶ προαιρέσεων, μειζόνων τε καὶ ἡττόνων, λαμπροτέρων καὶ ἀφανεστέρων, οὕτω κἀν τοῖς θείοις, οὐχ ἕν τι τὸ σῶζόν ἐστιν, οὐδὲ μία τῆς ἀρετῆς ὁδὸς, ἀλλὰ πλείονες, καὶ τοῦ πολλὰς εἶναι μονὰς παρὰ τῷ Θεῷ, τούτου δὲ τοῦ θρυλλουμένου, κἀν ταῖς πάντων κειμένου γλώσσαις, οὐκ ἄλλο τι ἢ τοῦτο αἴτιον, τὸ πολλὰς εἶναι τὰς ἐκεῖσε φερούσας ὁδοὺς, τὰς μὲν ἐπικινδυνοτέρας τε καὶ λαμπροτέρας, τὰς δὲ ταπεινοτέρας τε καὶ ἀσφαλεστέρας· τί τὰς ἀσφαλεστέρας